Εἰς τοὺς ἀφυπνιστάς
Πρὸς πᾶσιν ἄλλοις οὐδ' ὑμῖν μικρὸς κόπος· διεξανιστᾶν τοὺς ὑπνώδεις συγγόνους, συνεισελαύνειν τοὺς γυρευτὰς εἰς μέσον. Τοίνυν ἐπειδ' ἂν σαλπίσῃ τις τὸ ξύλον, ὡς ἄγγελοι παρευθὺ δεδραμηκότες εἰς πάντα κοιτωνίσκον, εἰς κρυπτὸν τόπον, ἐγείρετε πρὸς ὕμνον ἀχράντων λόγων, συνεισφέροντες εἰς νεὼν τοῦ ∆εσπότου ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, ἕκαστον αὐτῶν προσκαλοῦντες εὐθέτως, ὅπως ὑμῖν τὸν μισθὸν ἄξιον νέμῃ ὁ πάντα μετρῶν καὶ νέμων κατ' ἀξίαν.
Iambi de variis argumentis
Τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, ἡγουμένου τῶν Στουδίου, ἴαμβοι εἰς διαφόρους ὑποθέσεις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου