Εἰς κοσμικούς
Χριστοῦ μαθηταί, τοῦ καλοῦ καὶ πραέος, μῆνιν φέροντες εἰς ἑαυτοὺς ταῖς μάχαις, πῶς εἰς τὸν αὐτοῦ βαίνετε φρικτὸν δόμον; ∆ώρων πανάγνων πῶς μεθέξετε ξένως; Καὶ μὴν Ἰούδας, ὁ προσελθὼν ἐν δόλῳ, φιλῶν μὲν ἔξω, μηνιῶν δὲ τοῖς ἔσω, ὤφθη μαθητὴς πεπρακὼς τὸν ∆εσπότην. Μηδεὶς παρίτω λοιπὸν ἐχθρωδῶς ἔχων, ξίφος κατ' αὐτοῦ πηγνύων τῇ καρδίᾳ, αἰώνιον πῦρ ἀντίδωρον λαμβάνων. Γνόντες τὰ τῇδε προσφιλῶς σχῶμεν πάνυ.
Iambi de variis argumentis
Τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, ἡγουμένου τῶν Στουδίου, ἴαμβοι εἰς διαφόρους ὑποθέσεις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου