ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.
ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ.
ΟΜΙΛΙΑ Α.
α. Χαίρω, καὶ εὐφραίνομαι ὁρῶν σήμερον τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμουμένην, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ἅπαντας ὑμᾶς συνδεδραμηκότας. Ὅταν γὰρ ἀποβλέψω πρὸς τὰ φαιδρὰ ὑμῶν πρόσωπα, τεκμήριον μέγιστον ποιοῦμαι τῆς κατὰ ψυχὴν ὑμῶν ἡδονῆς· καθάπερ καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Διά τοι τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας ἀνέστην σήμερον, ὁμοῦ καὶ τῆς εὐφροσύνης ὑμῖν κοινωνήσων ταύτης τῆς πνευματικῆς, καὶ μηνυτὴς ὑμῖν γενέσθαι βουλόμενος τῆς παρουσίας τῆς ἁγίας τεσσαρακοστῆς, τοῦ φαρμάκου λέγω τῶν ἡμετέρων ψυχῶν. Καθάπερ γὰρ πατὴρ φιλόστοργος ὁ κοινὸς ἁπάντων ἡμῶν Δεσπότης, βουλόμενος ἡμᾶς ἀπονίψασθαι τὰ ἐν παντὶ τῷ χρόνῳ ἡμῖν ἡμαρτημένα, καὶ διὰ τῆς ἁγίας νηστείας ἐπενόησεν ἡμῖν θεραπείαν. Μηδεὶς τοίνυν γινέσθω κατηφὴς, μηδεὶς στυγνὸς φαινέσθω, ἀλλὰ σκιρτάτω, καὶ χαιρέτω, καὶ δοξαζέτω τὸν κηδεμόνα τῶν ἡμετέρων ψυχῶν, τὸν ταύτην ἡμῖν τὴν ἀρίστην τεμόντα ὁδὸν, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ὑποδεχέσθω ταύτης τὴν παρουσίαν. Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι, ὁρῶντες ἡμῶν τὴν ἀγάπην ἱλαρᾷ τῇ προθυμίᾳ τὴν ταύτης παρουσίαν ἀσπαζομένους, καὶ μανθανέτωσαν διὰ τῆς τῶν πραγμάτων πείρας, ὅσον τὸ μέσον ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἐκεῖνοι μὲν ἑορτὰς καὶ πανηγύρεις ὀνομαζέτωσαν τὴν μέθην, καὶ τὴν ἄλλην ἅπασαν ἀκολασίαν, καὶ τὰς ἀσχημοσύνας, ἃς εἰκὸς ἐντεῦθεν αὐτοὺς ἐπισύρεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία ἀπεναντίας ἐκείνοις τὴν νηστείαν, τὴν τῆς γαστρὸς ὑπεροψίαν, καὶ τὴν ἑπομένην ταύτῃ πᾶσαν ἀρετὴν ἑορτὴν ὀνομαζέτω. Αὕτη γὰρ ἀληθὴς ἑορτὴ, ἔνθα ψυχῶν σωτηρία, ἔνθα εἰρήνη καὶ ὁμόνοια, ἔνθα βιωτικὴ πᾶσα φαντασία ἀπελήλαται· ὅπου κραυγὴ καὶ θόρυβος, καὶ μαγείρων δρόμοι, καὶ τῶν ἀλόγων σφαγαὶ ἐκποδών· ἠρεμία δὲ πᾶσα, καὶ γαλήνη, καὶ ἀγάπη, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πρᾳότης, καὶ μυρία ἀγαθὰ ἀντ' ἐκείνων πολιτεύεται.
Φέρε οὖν, παρακαλῶ, μικρὰ περὶ ταύτης διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐκεῖνο πρότερον παρακαλέσαντες ὑμᾶς, μετὰ πολλῆς ἡσυχίας δέξασθαι τοὺς ἡμετέρους λόγους, ἵνα καρπωσάμενοί τι γενναῖον, ἐντεῦθεν οἴκαδε ἀναχωρήσητε. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ ἐνταῦθα σύνιμεν, ἵνα ὁ μὲν εἴπῃ, ὁ δὲ κροτήσῃ ἁπλῶς τὰ λεγόμενα, καὶ οὕτως ἐντεῦθεν ἐξέλθωμεν· ἀλλ' ἵνα καὶ ἡμεῖς χρήσιμόν τι καὶ τῶν συνεχόντων τὴν σωτηρίαν τὴν ὑμετέραν φθεγξώμεθα, καὶ ὑμεῖς κερδάναντες ἐκ τῶν λεγομένων, καὶ πολλὴν τὴν ὠφέλειαν καρπωσάμενοι, οὕτως ἐντεῦθεν ἐξέλθητε. Ἰατρεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, καὶ δεῖ τοὺς ἐνταῦθα παραγενομένους κατάλληλα τὰ φάρμακα λαμβάνοντας, καὶ τοῖς οἰκείοις τραύμασιν ἐπιτιθέντας, οὕτως ἐπανιέναι. Ὅτι γὰρ ἡ ἀκρόασις μόνη ἄνευ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως οὐδὲν ὀνήσει, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ Χριστὸς δὲ δημηγορῶν ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὡς οὐδὲν ἡμῖν ἔσται πλέον ἐκ τῆς ἀκροάσεως, εἰ μὴ ἕποιτο καὶ ἡ διὰ τῶν ἔργων πλήρωσις, μὴ μόνον ἀκροαταὶ γινώμεθα, ἀλλὰ καὶ ποιηταὶ, ἵνα τὰ ἔργα τοῖς λόγοις ἑπόμενα πολλῆς ἡμῖν παῤῥησίας ὑπόθεσις γένηται. Ἁπλώσαντες τοίνυν τοὺς κόλπους τῆς διανοίας, οὕτω δέξασθε τοὺς περὶ τῆς νηστείας λόγους. Καὶ καθάπερ οἱ σώφρονά τινα καὶ κοσμίαν ἐλευθέραν μέλλοντες ἀγαγέσθαι, πάντοθεν παραπετάσμασι καλλωπίσαντες τὰς παστάδας, καὶ ἐκκαθάραντες τὴν οἰκίαν ἅπασαν, καὶ πάσαις ταῖς ἠμελημέναις θεραπαινίσιν ἄβατον ποιήσαντες, οὕτω ταύτην εἰς τὰς παστάδας εἰσάγουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς βούλομαι, ἐκκαθάραντας ὑμῶν τὸν λογισμὸν, καὶ τῇ τρυφῇ καὶ τῇ λοιπῇ ἀδηφαγίᾳ πολλὰ χαίρειν εἰπόντας, οὕτω τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων, καὶ τῆς σωφροσύνης, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς διδάσκαλον, τὴν νηστείαν λέγω, ἡπλωμένοις τοῖς κόλποις ὑποδέξασθαι, ἵνα καὶ ὑμεῖς πλείονος ἀπολαύσητε τῆς ἡδονῆς, καὶ αὕτη τὴν οἰκείαν καὶ κατάλληλον ὑμῖν ἰατρείαν παράσχηται. Εἰ γὰρ οἱ τῶν ἰατρῶν παῖδες, ἐπειδὰν μέλλωσι φάρμακα διδόναι τοῖς βουλομένοις τὸν σεσηπότα καὶ διεφθαρμένον χυμὸν ἐκκαθᾶραι, κελεύουσι τῆς σωματικῆς ταύτης τροφῆς ἀπέχεσθαι, ὥστε μὴ κώλυμα γενέσθαι τῇ τοῦ φαρμάκου δυνάμει, ἀλλ' ἐνεργῆσαι, καὶ τὸ οἰκεῖον ἔργον ἐπιδείξασθαι· πολλῷ μᾶλλον ἡμᾶς προσήκει τὸ πνευματικὸν τοῦτο φάρμακον μέλλοντας ὑποδέχεσθαι τὴν ἐκ τῆς νηστείας ὠφέλειαν, λέγω δὴ τὸ τῆς διαίτης, ἐκκαθᾶραι ἡμῶν τὸν λογισμὸν, καὶ κουφοτέραν ἐργάσασθαι τὴν διάνοιαν, ἵνα μὴ ὑπὸ τῆς μέθης καταβαπτισθεῖσα ἄχρηστον καὶ ἀνόνητον ἡμῖν κατασκευάσῃ τὴν ἐκ ταύτης ὠφέλειαν.
β. Καὶ οἶδα μὲν ὅτι τοὺς πολλοὺς ξενίζει τὰ παρ' ἡμῶν λεγόμενα σήμερον· ἀλλὰ, παρακαλῶ, μὴ τῇ συνηθείᾳ ἁπλῶς δουλεύωμεν, ἀλλὰ λογισμῷ τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν. Μὴ γὰρ ἔσται τι κέρδος ἡμῖν ἀπὸ τῆς ἡμερινῆς ἀδηφαγίας, καὶ τῆς πολλῆς μέθης; Καὶ τί λέγω κέρδος; Ἀλλὰ καὶ πολλὴ ἡ ζημία, καὶ ἡ βλάβη ἀφόρητος. Ὅταν γὰρ καταβαπτισθῇ ὑπὸ τῆς πολλῆς οἰνοποσίας ὁ λογισμὸς, εὐθέως ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀποκρούσεται τὸ ἀπὸ τῆς νηστείας κέρδος. Τί γὰρ ἀηδέστερον, εἰπέ μοι, τί δὲ ἀσχημονέστερον, ὅταν μέχρι μεσονυκτίου τὸν ἄκρατον σπῶντες, ὑπὸ τὴν ἕω τῆς ἀκτῖνος τῆς ἡλιακῆς ἀνισχούσης, ὡς πρόσφατον τοῦ οἴνου ἐμφορηθέντες, οὕτως ἀποπνέουσι, καὶ ἀηδεῖς μὲν φαίνονται τοῖς συντυγχάνουσιν, εὐκαταφρόνητοι δὲ τοῖς οἰκέταις, καὶ καταγελῶνται παρὰ πάντων τῶν ὁπωσοῦν τὸ δέον συνορώντων, καὶ πρὸ τούτων ἁπάντων, ὅταν διὰ τὴν πολλὴν ταύτην ἀκρασίαν, καὶ τὴν ἀμετρίαν τὴν ἄκαιρον καὶ ἀνόνητον, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγανάκτησιν ἐπισπῶνται; Οἱ γὰρ μέθυσοι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί οὖν ἂν τούτων ἀθλιώτερον γένοιτ' ἂν, τῶν διὰ βραχεῖαν καὶ ἐπιβλαβῆ ἡδονὴν τῶν τῆς βασιλείας προθύρων ἐκβαλλομένων; Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τούτῳ ἁλῶναι τῷ πάθει· ἀλλὰ μετὰ πάσης φιλοσοφίας καὶ σωφροσύνης, καὶ τὴν παροῦσαν ἡμέραν ἑστιασαμένους, καὶ τοῦ χειμῶνος καὶ τῆς ζάλης, ἣν ἡ μέθη ἐργάζεσθαι πέφυκεν, ἐλευθερωθέντας εἰς τὸν λιμένα καταντῆσαι τῶν ἡμετέρων ψυχῶν, τὴν νηστείαν λέγω, ἵνα μετὰ δαψιλείας τὰ ἀπὸ ταύτης δυνηθῶμεν καρπώσασθαι ἀγαθά. Ὥσπερ γὰρ ἡ ἀδηφαγία μυρίων κακῶν αἰτία καὶ πρόξενος τῷ τῶν ἀνθρώπων γίνεται γένει, οὕτω καὶ ἡ νηστεία καὶ ἡ τῆς γαστρὸς ὑπεροψία τῶν ἀφάτων ἡμῖν ἀγαθῶν ἀεὶ αἰτία γέγονε. Πλάσας γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ εἰδὼς, ὅτι τούτου αὐτῷ μάλιστα δεῖ τοῦ φαρμάκου πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, εὐθέως καὶ ἐκ προοιμίων τῷ πρωτοπλάστῳ ταύτην δέδωκε τὴν ἐντολὴν εἰπών· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Τὸ δὲ λέγειν, τόδε φάγε, καὶ τόδε μὴ φάγῃς, νηστείας ἦν εἰκών. Ἀλλὰ δέον φυλάξαι τὴν ἐντολὴν, τοῦτο μὲν οὐκ ἐποίησε, δι' ἀκρασίαν δὲ τῆς γαστρὸς ἡττηθεὶς, καὶ τὴν παρακοὴν ἐργασάμενος, θανάτῳ κατεδικάζετο. Ἐπειδὴ γὰρ εἶδεν ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς φύσεως τῆς ἡμετέρας τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν τοῦ πρωτοπλάστου, καὶ τὸν ἀταλαίπωρον βίον ἐκεῖνον, καὶ ὅτι, καθάπερ ἄγγελος, οὕτω σώματι συμπεπλεγμένος διῆγεν ἐπὶ τῆς γῆς, βουλόμενος αὐτὸν ὑποσκελίσαι καὶ καταβαλεῖν ἐλπίδι μειζόνων ὑποσχέσεων, καὶ τῶν ἐν χερσὶν ἐξέβαλε. Τοσοῦτόν ἐστι τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τῶν μειζόνων ἐφίεσθαι. Καὶ τοῦτο αὐτὸ δηλῶν σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες, ἀγαπητὲ, πῶς ἐκ προοιμίων ἐξ ἀδηφαγίας ὁ θάνατος τὴν εἴσοδον ἔσχεν; Σκόπει δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν θείαν Γραφὴν κατηγοροῦσαν συνεχῶς τῆς τρυφῆς, καὶ λέγουσαν ποτὲ μὲν, Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· ἄλλοτε δὲ, Ἔφαγε, καὶ ἔπιε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἱ τὰ Σόδομα δὲ οἰκοῦντες μετὰ τῶν ἄλλων κακῶν ἐντεῦθεν τὴν ἀπαραίτητον ὀργὴν ἐκείνην ἐπεσπάσαντο. Ἄκουσον γὰρ τοῦ προφήτου λέγοντος· Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καθάπερ γὰρ πηγή τις καὶ ῥίζα τυγχάνει τῶν κακῶν ἁπάντων.
γ. Εἶδες τῆς ἀδηφαγίας τὴν βλάβην; Ὅρα μοι πάλιν τῆς νηστείας τὰ κατορθώματα. Τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος ὁ μέγας Μωσῆς, τῆς νομοθεσίας τὰς πλάκας λαβεῖν ἠδυνήθη· καὶ ἐπειδὴ κατελθὼν εἶδε τοῦ λαοῦ τὴν παρανομίαν, ἃς μετὰ τοσαύτης προσεδρίας λαβεῖν ἴσχυσε, ταύτας ῥίψας συνέκλασεν, ἄτοπον εἶναι λογισάμενος, μεθύοντα λαὸν καὶ παρανομοῦντα νομοθεσίαν Δεσπότου δέξασθαι. Διὸ καὶ ἑτέρων πάλιν τεσσαράκοντα ἡμερῶν νηστείας ἐδεήθη ὁ θαυμάσιος ἐκεῖνος προφήτης, ἵνα δυνηθῇ τὰς διὰ τὴν παρανομίαν αὐτῶν συντριβείσας πλάκας πάλιν ἄνωθεν δεξάμενος κατενεγκεῖν. Καὶ ὁ μέγας δὲ Ἠλίας τοσούτων ἡμερῶν νηστείαν ἐπεδείξατο, καὶ τὴν τοῦ θανάτου τυραννίδα διαφυγὼν, καὶ μετὰ πυρίνου ἅρματος ὡς εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ οὐδέπω καὶ τήμερον θανάτου πεῖραν λαβών. Καὶ ὁ ἀνὴρ δὲ τῶν ἐπιθυμιῶν, πολλῶν ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτως ἠξιώθη τῆς θαυμαστῆς ἐκείνης ὀπτασίας, ὃς καὶ τῶν λεόντων τὸν θυμὸν ἐχαλίνωσε, καὶ εἰς προβάτων ἡμερότητα μετέστησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τῆς θηριωδίας μενούσης τὴν προαίρεσιν ἀμείψας. Ταύτῃ καὶ Νινευῖται χρησάμενοι τὴν ἀπόφασιν ἀνεκαλέσαντο τοῦ Δεσπότου, μετὰ τῶν ἀνθρώπων καὶ τὸ τῶν ἀλόγων γένος ταύτην ἐπιδείξασθαι παρασκευάσαντες, καὶ οὕτως ἀποστάντες ἕκαστος ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων, εἰς φιλανθρωπίαν ἐξεκαλέσαντο τὸν τῶν ἁπάντων Δεσπότην. Καὶ τί περὶ τοὺς δούλους ἔτι στρέφομαι (καὶ γὰρ ἔχομεν καὶ ἑτέρους πολλοὺς ἀριθμῆσαι, καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ διὰ ταύτης εὐδοκιμήσαντας), δέον ἐπὶ τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην ἐλθεῖν; Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸς τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτω τῆς πρὸς τὸν διάβολον ἥψατο πάλης, πᾶσιν ἡμῖν ὑπογραμμὸν διδοὺς, ὥστε διὰ ταύτης καθοπλίζεσθαι, καὶ τὴν ἐντεῦθεν ἰσχὺν προσλαβόντας οὕτω παρατάττεσθαι εἰς τὴν πρὸς ἐκεῖνον μάχην. Ἀλλ' ἐνταῦθα ἴσως ἔροιτό τις ἂν τῶν ὀξὺ βλεπόντων καὶ διεγηγερμένων τὴν διάνοιαν· τίνος ἕνεκεν τὰς αὐτὰς τοῖς δούλοις ἡμέρας ὁ Δεσπότης νηστεύων φαίνεται, καὶ οὐχ ὑπερηκόντισε τὸν ἀριθμόν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται, ἀλλὰ καὶ τοῦτο σοφῶς καὶ κατὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ἵνα γὰρ μὴ νομισθῇ δοκήσει παραγεγενῆσθαι, καὶ μὴ ἀνειληφέναι σάρκα, ἣ ἔξω τῆς φύσεως εἶναι τῆς ἀνθρωπίνης, διὰ τοῦτο τὸν αὐτὸν ἀριθμὸν νηστεύει, καὶ οὐ προστίθησι ταῖς ἡμέραις, ὥστε ἐπιστομίσαι τῶν ἀναισχυντεῖν βουλομένων τὴν φιλονεικίαν. Εἰ γὰρ καὶ τούτου γεγενημένου εἰσὶν ἔτι καὶ νῦν τινες ταῦτα τολμῶντες φθέγγεσθαι, εἰ μὴ τῇ οἰκείᾳ προγνώσει ταύτην αὐτῶν ἐξέκοψε τὴν ἀφορμὴν, τί οὐκ ἂν ἐπεχείρησαν εἰπεῖν; Διὰ τοῦτο οὐκ ἀνέχεται πλείους ἡμέρας νηστεῦσαι, ἀλλὰ τοσαύτας ὅσας οἱ δοῦλοι· ἵνα δι' αὐτῶν τῶν πραγμάτων ἡμᾶς παιδεύσῃ, ὅτι τὴν αὐτὴν σάρκα καὶ αὐτὸς περιέκειτο καὶ οὐκ ἔξω τῆς φύσεως τῆς ἡμετέρας ὑπῆρχεν.
δ. Ἀλλ' ὅτι μὲν μεγάλη τῆς νηστείας ἡ ἰσχὺς, καὶ πολὺ τὸ ἐκ ταύτης κέρδος τῇ ψυχῇ προσγινόμενον, καὶ ἐκ τῶν δούλων καὶ ἐκ τοῦ Δεσπότου δῆλον ἡμῖν γεγένηται· παρακαλῶ οὖν τὴν ὑμετέραν ἀγάπην, εἰδότας αὐτῆς τὸ κέρδος, μὴ διὰ ῥᾳθυμίαν ἀπώσασθαι τὴν ἐκ ταύτης ὠφέλειαν, μηδὲ δυσχεραίνειν πρὸς τὴν ταύτης παρουσίαν, ἀλλὰ χαίρειν καὶ ἀγάλλεσθαι, κατὰ τὸν μακάριον Παῦλον· Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. Νηστεία γὰρ τῆς ψυχῆς ἐστι τροφὴ, καὶ καθάπερ αὕτη ἡ σωματικὴ τροφὴ πιαίνει τὸ σῶμα, οὕτω καὶ ἡ νηστεία τὴν ψυχὴν εὐτονωτέραν ἐργάζεται, κοῦφον αὐτῇ τὸ πτερὸν κατασκευάζει, μετάρσιον αὐτὴν ποιεῖ, τὰ ἄνω φαντάζεσθαι προξενεῖ, ἀνωτέραν αὐτὴν τῶν ἡδονῶν καὶ τῶν ἡδέων τοῦ παρόντος βίου ἀπεργαζομένη. Καὶ καθάπερ τὰ κοῦφα τῶν πλοίων ὀξύτερον τὰ πελάγη διαπερᾷ, τὰ πολλῷ τῷ φόρτῳ βαρούμενα ὑποβρύχια γίνεται· οὕτως ἡ μὲν νηστεία κουφότερον ἐργαζομένη τὸν λογισμὸν, παρασκευάζει μετ' εὐκολίας τὸ πέλαγος τοῦ παρόντος βίου διαπερᾷν, καὶ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἐπτοῆσθαι, καὶ μηδὲν ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ σκιᾶς καὶ ὀνειράτων οὐδαμινέστερον αὐτὰ παρατρέχειν. Ἡ δὲ μέθη καὶ ἡ ἀδηφαγία βαρύνουσα τὸν λογισμὸν, καὶ πιαίνουσα τὴν σάρκα, αἰχμάλωτον ἐργάζεται τὴν ψυχὴν, πανταχόθεν αὐτὴν πολιορκοῦσα, καὶ οὐκ ἀφιεῖσα τοῦ λογισμοῦ τὸ κριτήριον ἐῤῥωμένον ἔχειν, κατὰ κρημνῶν φέρεσθαι παρασκευάζει, καὶ κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα ἐργάζεσθαι. Μὴ δὴ ῥᾳθύμως οἰκονομῶμεν, ἀγαπητοὶ, τὰ κατὰ τὴν σωτηρίαν τὴν ἡμετέραν· ἀλλ' εἰδότες ὅσα κακὰ ἐντεῦθεν τίκτεται, φεύγωμεν τὴν ἐξ αὐτῆς βλάβην. Οὐδὲ γὰρ ἐν τῇ Καινῇ μόνον, ἔνθα πλείων ἡ ἐπίτασις τῆς φιλοσοφίας, καὶ μείζονα τὰ σκάμματα, καὶ μεγάλοι οἱ ἱδρῶτες, καὶ πολλὰ τὰ βραβεῖα, καὶ ἄφατοι οἱ στέφανοι, τὰ τῆς τρυφῆς ἀπηγόρευται, ἀλλὰ καὶ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ἔτι τῇ σκιᾷ παρεκάθηντο, καὶ τῷ λύχνῳ ἦσαν προσηλωμένοι, καὶ καθάπερ παιδία γαλακτοτροφούμενα, οὕτω κατὰ μικρὸν ἐνήγοντο, οὐδὲ τότε ἠφίεντο τρυφᾷν. Καὶ ἵνα μὴ νομίσητε ἁπλῶς ἡμᾶς κατηγοροῦντας τῆς τρυφῆς ταῦτα λέγειν, ἀκούσατε τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Εἴδετε πόσην κατηγορίαν ἐποιήσατο τῆς τρυφῆς ὁ προφήτης, καὶ ταῦτα Ἰουδαίοις διαλεγόμενος, τοῖς ἀναισθήτοις, τοῖς ἀγνώμοσι, τοῖς καθ' ἑκάστην ἡμέραν γαστριζομένοις; Σκοπεῖτε γὰρ τῶν ῥημάτων τὴν ἀκρίβειαν· διαβαλὼν αὐτῶν τὴν ἀδηφαγίαν καὶ τὴν πολλὴν ἐκ τοῦ οἴνου μέθην, τότε ἐπήγαγεν, Ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα, μονονουχὶ δεικνὺς, ὅτι μέχρι τοῦ φάρυγγος καὶ τῶν χειλέων ἐστὶν ἡ ἀπόλαυσις, καὶ περαιτέρω οὐ πρόεισιν.
Ἀλλ' ἡ μὲν ἡδονὴ βραχεῖα καὶ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, καὶ πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα, φησὶ, διὰ τῆς πείρας μαθόντες, Ὡς ἑστῶτα ὅλα ἐλογίσαντο καὶ μένοντα, καὶ οὐχ ὡς φεύγοντα, τοῦτ' ἔστιν, ἀφιπτάμενα, καὶ οὐδὲ τὸ τυχὸν παραμένοντα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα καὶ τὰ σαρκικά· οὔπω παρεγένοντο, καὶ ἀπέπτη· τοιοῦτον ἡ τρυφὴ, τοιοῦτον ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ἡ δυναστεία, τοιοῦτον ὁ πλοῦτος, τοιοῦτον ἡ εὐημερία πᾶσα τοῦ παρόντος βίου, οὐδὲν βέβαιον ἔχουσα; οὐδὲν στάσιμον, οὐδὲν πάγιον, ἀλλὰ ποταμίων ῥευμάτων μᾶλλον παρατρέχει, καὶ ἐρήμους καὶ γυμνοὺς καταλιμπάνει τοὺς περὶ ταῦτα ἐπτοημένους. Ἀλλὰ τὰ πνευματικὰ οὐ τοιαῦτα, ἀλλ' ἀπεναντίας τούτοις, βέβαια καὶ ἀκίνητα, μεταβολὴν οὐκ ἐπιδεχόμενα, παντὶ τῷ αἰῶνι παρεκτεινόμενα. Πόσης οὖν οὐκ ἂν εἴη παραφροσύνης τῶν ἀκινήτων τὰ σαλευόμενα ἀνταλλάττεσθαι, τῶν διαιωνιζόντων τὰ πρόσκαιρα, τῶν ἀφιπταμένων τὰ διηνεκῶς μένοντα, τῶν πολλὴν ἐν τῷ μέλλοντι αἰῶνι τὴν ἀπόλαυσιν προξενούντων τὰ πολλὴν τὴν κόλασιν ἡμῖν ἐκεῖ κατασκευάζοντα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, ἀγαπητοὶ, καὶ πολὺν τῆς ἡμετέρας σωτηρίας ποιούμενοι λόγον, καταφρονήσωμεν τῆς τρυφῆς τῆς ἀνονήτου καὶ ἐπιβλαβοῦς· ἀσπασώμεθα τὴν νηστείαν, καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, καὶ τοῦ βίου πολλὴν τὴν μεταβολὴν ἐπιδειξώμεθα, καὶ καθ' ἑκάστην ἡμέραν πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ἐπειγώμεθα· ἵνα τὸν καιρὸν ἅπαντα τῆς ἁγίας τεσσαρακοστῆς, τὴν πνευματικὴν ἐμπορίαν ἐμπορευσάμενοι, καὶ πολὺν τὸν πλοῦτον συναγαγόντες τῆς ἀρετῆς, οὕτω καταξιωθῶμεν καὶ εἰς τὴν κυρίαν ἡμέραν παραγενέσθαι, καὶ μετὰ παῤῥησίας τῇ φρικτῇ καὶ πνευματικῇ τραπέζῃ προσελθεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ ἀθανάτων ἀγαθῶν μετασχεῖν μετὰ καθαροῦ τοῦ συνειδότος, καὶ τῆς ἐκεῖθεν πληρωθῆναι χάριτος, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου