Σάββατο 23 Δεκεμβρίου 2023

Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸν παρόντα.

24η Δεκεμβρίου
ΚΥΡΙΑΚΗ 
Πρό τῆς Χριστοῦ Γεννήσεως. 
Τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας καί τῶν σύν αὐτῇ.

Ἡ Ἀκολουθία κατά τήν ἐν τῷ Μηναίῳ τάξιν. 
Τῇ Παρασκευῇ ἑσπέρας: 
ΕΣΠΕΡΙΝΟΣ 
Μετά τό· «Νῦν ἀπολύεις...», συνάπτεται ὁ διά τό Ἀπόδειπνον προορισμένος Προεόρτιος Κανών· «Κύματι θαλάσσης... - Ἄρχων ἐξ Ἰούδα...». Εἰς τό τέλος ἐπαναλαμβάνεται ὁ Εἱρμός τῆς θ΄ ᾨδῆς· «Ἀπορεῖ πᾶσα γλῶσσα...». 

 Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸν παρόντα.

Προεόρτιον Κανόνα, οὗ ἡ Ἀκροστιχίς.
Κατὰ Ἀλφάβητον, ἄνευ τῶν Εἱρμῶν. 
ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης, ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται». 
ρχων ἐξ Ἰούδα, ἐξέλιπεν ἤδη· ᾧ γὰρ ἀπέκειτο, καθὼς προγέγραπται, ἡ τῶν ἐθνῶν προσδοκία, Ἰησοῦς Χριστὸς ἐλήλυθε, καὶ Σπηλαίῳ τίκτεται, δι' ἄκραν ἀγαθότητα. 
Βηθλεὲμ εὐφραίνου, ἡ πόλις Ἰούδα· ἐν σοὶ γὰρ τίκτεται, Χριστὸς ὁ Κύριος, ἡ οἰκουμένη σκιρτάτω, δεχομένη ἀπολύτρωσιν, χορευέτω ἅπασα, ἡ κτίσις ἑορτάζουσα. 
Γένος τῶν ἀνθρώπων, βουλόμενος σῶσαι ὁ Ὑπεράγαθος, μήτρᾳ ἐσκήνωσεν, ἀπειρογάμου Παρθένου, καὶ ἰδοὺ τεχθῆναι ἔρχεται. Τοῦτον προσκυνήσωμεν· ἐνδόξως γὰρ δεδόξασται. 
ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα». 
Δούλου φορέσαι σχῆμα, ἠθέλησας, ὅπως με τῆς δουλείας, τοῦ πονηροῦ λυτρώσῃ, ὑμνολογῶ σου τὸ εὔσπλαγχνον, Λόγε Πατρὸς συνάναρχε, καὶ συναΐδιε. Δόξα τῇ οἰκονομίᾳ σου. 
ρχεται ἡ Παρθένος, τὸν Κύριον ἀποτεκεῖν Σπηλαίῳ, προφθάσατε οἱ Μάγοι. Ποιμένες νῦν παραγίνεσθε, ὕμνον ἐξ ὕψους Ἄγγελοι, ἐπανακράξατε, ὤφθη τῶν βροτῶν ἡ λύτρωσις. 
Ζητῶν με τὸν πλανηθέντα, φιλάνθρωπε, καὶ σπήλαιον δειχθέντα, λῃστῶν ἔργοις ἀκάρποις, Σπηλαίῳ νῦν παραγέγονας, ἐκ τῆς Παρθένου σήμερον, τεχθῆναι Δέσποτα. Δόξα Λόγε τῇ ἐλεύσει σου. 
ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς (πρὸς τὸ Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν)
«Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκῶς ἐβόα· Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι». 
Ἡ φωταυγὴς Νεφέλη ἔρχεται, ἀνατεῖλαι Χριστέ, ἐκ μητρικῶν λαγόνων, δικαιοσύνης Ἥλιον, ἅπασαν τὴν γῆν, φρυκτωρίαις ἐνθέοις, καταλαμπρύνοντα. 
Θεὸς ἀνθρώποις ὤφθη ὅμοιος, καὶ πτωχεύει σαρκί, ἵνα ἡμᾶς πλουτίσῃ, καὶ ἐν Σπηλαίῳ τίκτεται, τοῦτον οἱ πιστοί, καθαρᾷ διανοίᾳ, ὑποδεξώμεθα. 
δοὺ Χριστὸς ἐν πόλει τίκτεται, Βηθλεὲμ τὴν Ἐδέμ, ὅπως ἡμῖν ἀνοίξῃ, παρακοῇ τὸ πρότερον, ὄφεως κλοπῇ, κεκλεισμένην· ἐνθέως πανηγυρίσωμεν. 
ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσὸντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε». 
Καρδία πᾶσα, γηγενῶν σκιρτάτω· εὐφραινέσθω ἡ κτίσις, ὁ Κύριος γεννᾶται, ἐκ Κόρης Ἁγνῆς, Βηθλεὲμ ἐν Σπηλαίῳ, καὶ Μάγοι αὐτῷ, προσκομίζουσι δῶρα, νῦν ἐπάξια. 
Λαὸς ὁ πάλαι, ἐν σκιᾷ θανάτου, καθεζόμενος βλέψον, τὸ φῶς σοι ἀνατεῖλαν, ἐκ τῆς Παρθένου, καὶ πολλῆς θυμηδίας ἐμπλήσθητι, τὸν πτωχεύσαντα Λόγον, μεγαλύνων ἀεί. 
Μικρῷ Σπηλαίῳ, ἔρχῃ χωρηθῆναι, ὀ ἀχώρητος φύσει, ὅπως με σμικρυνθέντα τῇ παραβάσει, μεγαλύνῃς δι' οἶκτον ἀμέτρητον· προσκυνῶ σου, τὸ εὔσπλαγχνον Μακρόθυμε. 
ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με· καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς, Ἰωνᾶς, τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε». 
Νόμων σε ἡ Παρθένος, τῶν τῆς σαρκὸς δίχα Κύριε, παραγίνεται ἀποκυῆσαι, ἐν τῷ Σπηλαίῳ καὶ φάτνη σαρκί, προσανακλινεῖ σε ὡς νήπιον. 
Ξένον γεγενημένον, παραβάσει με ὁ Ὑπέρθεος, τεχθεὶς ἐκ Κόρης ἀπειρογάμου, δι' οἶκτον πολίτην, οὐρανοῦ ἀποδείκνυσιν. 
ρη τε καὶ νάπαι, καὶ κοιλάδες εὐφράνθητε· ὁ γὰρ Χριστὸς σαρκὶ γεννᾶται, ἀνακαινίζων τὴν κτίσιν, φθαρεῖσαν πονηραῖς παραβάσεσιν. 
ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν». 
Πῶς σε σμικρότατον Λόγε, καθυποδέξεται Σπήλαιον, τὸν πτωχείᾳ πολλῇ, τὴν πτωχείαν τοῦ Ἀδὰμ ἀφελόμενον, καὶ πλούτῳ θείας χάριτος, τοὺς ἀνθρώπους πλουτίσαντα. 
ήματα ξένα Ποιμένες, ἀκηκοότες κατέσπευσαν, Βηθλεὲμ κατιδεῖν, καὶ ἐν φάτνῃ τῶν ἀλόγων τὸν λύσαντα, τῆς ἀλογίας ἅπαντας, εὐσεβῶς προσεκύνησαν. 
Στόματι καὶ καρδία, τὸν ἐν σαρκὶ ἀφικόμενον, γεννηθῆναι Χριστὸν ἐν Σπηλαίῳ, ἐκ Παρθένου νεάνιδος, ὑμνολογῆσαι σπεύσωμεν, καὶ πιστῶς προσκυνήσωμεν. 
ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». 
Τὸν ὑπὲρ λόγον μόνον Κύριον, σεσαρκωμένον Κόρη καὶ περικείμενον, τῶν ἀνθρώπων τὸ ὁμοίωμα, κατέχουσα ἀγκάλαις, καὶ προσκυνοῦσα, καὶ ἀσπαζομένη μητρικῶς. Τέκνον ἔφης γλυκύτατον, πῶς σε οὕτω κατέχω, κατέχοντα χειρί σου τὴν κτίσιν, καὶ χειρὸς δουλείας, αὐτὴν ἐλευθεροῦντα; 
μνολογῆσαι θεῖοι Ἄγγελοι, τὸν ἐπὶ γῆς τεχθέντα, διευτρεπίσθητε. Μάγοι δῶρα ὁδηγούμενοι, προσάξατε ἀστέρι. Ποιμένες τοῦτον σπεύσατε, ἰδεῖν ταῖς μητρικαῖς, ὥσπερ νήπιον κράζοντες, καθήμενον ἀγκάλαις. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 
Φωτὸς Νεφέλη Παναμώμητε, πῶς σπαργανώσεις νέφει τὸν ἐπενδύοντα, οὐρανοὺς ἀρρήτῳ νεύματι; πῶς ἀλόγων ἐν φάτνῃ ἐπανακλινεῖς, τὸν τῆς ἀλογίας τοὺς βροτούς, διὰ ἔλεος ἄμετρον, ῥυσάμενον Δεσπότην; ὃν πᾶσα προσκυνεῖ φόβῳ κτίσις, ἀνυμνολογοῦσα, αὐτὸν εἰς τοὺς αἰῶνας. 
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν·σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν». 
Χαῖρε δοχεῖον ἄχραντε, χαρᾶς ἀνεκφράστου· ἰδοὺ γὰρ ἔρχῃ τέξεσθαι ἐν Σπηλαίῳ, ἀπορρήτως τὸν Δεσπότην, θέλοντα τὴν κτίσιν ἅπασαν, καταφθαρεῖσαν τῇ παραβάσει πρώην, καινίσαι ἀληθῶς, τοῦτον ὑμνολογοῦντες ἐν πίστει, Σὲ μεγαλύνομεν. 
Ψυχαὶ δικαίων πᾶσαι, ὑποχθόνιοι ἅμα ἀγαλλιᾶσθε· ἡ πάντων ἀπολύτρωσις. Ἰδοὺ γὰρ ἐπεφάνη, πόλει Βηθλεὲμ τικτόμενος· ἀστὴρ δὲ τοῦτον καταμηνύει, Μάγοις ζητοῦσιν εὐσεβῶς· ὃν περ καὶ κατιδόντες Σπηλαίῳ, θάμβους ἐπλήσθησαν. 
ς οὐρανὸν σε ἄλλον, ἀνυμνοῦμεν Παρθένε δικαιοσύνης Ἥλιον ἡμῖν, ἐκ λαγόνων παναγίων, μέλλουσαν ἀνίσχειν αὔριον, φωταγωγοῦντα τοὺς ἐν σκότει ὄντας, θανάτου καὶ φθορᾶς· ὅθεν χρεωστικῶς ἐν αἰνέσει, σὲ μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις