Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ ΘεοφόρουΠροὲορτια τῶν Γενεθλίων τοῦ Σωτῆρος ἡμῶν.
Τριώδιον ψαλλόμενον ἐν τοῖς Ἀποδείπνοις, οὗ ἡ Ἀκροστιχίς.
ᾨδὴ α'Ἦχος β'Ὁ Εἱρμὸς«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Ἡ ἀπόρρητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ αὐτὸς θεάνθρωπος, Χριστὸς γινώσκεται, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἔρχεται δούλου μορφήν, ἀναδεξόμενος, Κόρης ἐξ ἁγνῆς θεόπαιδος.Διακονῆσαι, Χριστὸς ἑκὼν προέρχεται, οὗ τὴν μορφὴν ὁ πλαστουργὸς νῦν ὑποδύεται, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν θεότητι, ξένην ἀνάπλασιν, καὶ ἀναγέννησιν, ὡς εὔσπλαγχνος δωρούμενος.ᾨδὴ η'Ἦχος β'Ὁ Εἱρμὸς«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ, ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὑμᾶς μου πάντας συγγενεῖς, ἄρτι θήσομαι, εἰ τὰς ἐμὰς ἐντολὰς τηρήσετε, φησὶν ὁ Χριστὸς ἀνθρώποις, ἐκ μήτρας Ἁγνῆς, προερχόμενος· οἷς τὴν εἰρήνην διδούς, τὰ ταπεινὰ φρονεῖν νῦν ὑποτίθεται, καὶ Κύριον γινώσκειν τοῦτον καὶ ψάλλειν· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Τάξεως ἔμπαλιν ἐν σοί, σαρκικῆς ἐστιν ὁ τόκος Λόγε Θεοῦ· οὐχ αἷμα γὰρ καὶ σάρξ, σὴν Ἁγίαν σάρκα συνίστησιν, ἀλλὰ Πνεύματος Ἁγίου παρουσία, καὶ τοῦ Ὑψίστου θεία ἐπισκίασις· καὶ Κύριον γινώσκοντές σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.ᾨδὴ θ'Ἦχος β'Ὁ Εἱρμὸς«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς ἡμῖν περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων·ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν».Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, τῆς παρουσίας Χριστοῦ, γνώμην ἀναλάβωμεν ἔμφρονα· καὶ γὰρ ἀρρυπάρως προέρχεται σάρκα φορέσαι, καὶ πᾶσι δωρήσασθαι, θείαν διὰ Πνεύματος ἀνάπλασιν.Ἀφορῶντες εἰς Χριστόν, ταπεινούμενον ὑψωθῶμεν, ἐκ χαμαιζήλων παθῶν, ζήλῳ δὲ καλῷ μὴ φρονεῖν ὑψηλά, πίστει παιδευθέντες, ἐν πνεύματι ταπεινωθῶμεν· ὅπως τόν τικτόμενον, ἐν ὑψοποιοῖς ἔργοις ὑψώσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου