Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλιανῆς, τῆς ἐν Νικομηδείᾳ.
ᾨδὴ η'Ἦχος β'Ὁ Εἱρμὸς«Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».Ῥαθυμίας ὕπνον ἀφ' ἡμῶν, βαλώμεθα, καὶ ψυχῶν ἐγρηγόρσει, τῷ τικτομένῳ ἐκ Κόρης ἁγνῆς, Χριστῷ ἀναμέλψωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Ἱκανούσθω πρᾶξις ἀγαθή, ἡμῶν τῷ τῆς ψυχῆς ταμείῳ, ὅπως φαιδρῷ τῷ προσώπῳ, Χριστῷ τικτομένῳ ψάλλωμεν·Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Τὸ τάλαντον ἔργοις ἀγαθοῖς, αὐξήσαντες, ὥσπερ δῶρα τῷ δόντι, ἀντὶ χρυσοῦ καὶ λιβάνου Χριστῷ, καὶ σμύρνης προσάξωμεν, ἐρχομένῳ τεχθῆναι, ἐκ Κόρης θεόπαιδος.ᾨδὴ θ'Ἦχος β'Ὁ Εἱρμὸς«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».Τοῖς ἐπιγνώμοσι Χριστός, γρηγορεῖν ἐντέταλται, τὴν αὐτοῦ ἐλπίζουσιν ἔλευσιν, ἐκ Παρθένου· καὶ γὰρ ἥκει τεχθῆναι.Ἐν τῇ δευτέρᾳ σου Χριστέ, ἐνδημίᾳ σύσκηνον, δεξιοῖς με δεῖξον προβάτοις σου, σὴν τιμῶντα, ἐν σαρκὶ παρουσίαν.Ἐν τῇ προτέρᾳ σου Χριστέ, παρουσίᾳ ἔσωσας, τὸν Ἀδάμ, ἀλλ' ἐν τῇ δευτέρᾳ σου, τοὺς τιμῶντας, τὴν σὴν Γέννησιν σῷζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου