Πέμπτη 28 Δεκεμβρίου 2023

Στὸν Ἰουλιανὸ - Άγιος Γρηγόριος ο Θεολόγος

Β΄ 
Στὸν Ἰουλιανὸ

Τὴ διψασμένη γῆ κατάκλυσε μὲ δυνατὴ βροχὴ αὐτὸς ποὺ τὴν ἐμπόδισε· ἄλλος ἀπὸ τὰ νερὰ ἅρπαξε τὸν κόσμο ὁλόκληρο· ἄλλος βοήθησε σὲ ἀρρώστιες, ἄλλος ἔσωσε ἀπὸ πολέμους, ἄλλος ἔθρεψε ἀπὸ τὸν οὐρανὸ τὸ λαὸ τὸ μέγα. Μὰ στὰ δικά σου χέρια ὁ Θεὸς ἔβαλε τὴ ζυγαριὰ τῶν φόρων, ἔνδοξε Ἰουλιανέ, ὅπως πρωτύτερα τὴ ζυγαριὰ τῆς δικαιοσύνης νὰ μὴ γέρνει ἢ νὰ κλέβει, ἰσοζυγισμένη, σεβαστή. Ἀλλά, ἄριστε, νά ᾽ναι φειδωλὴ ἡ πέννα σου, λυπήσου τοὺς φτωχούς, ποὺ ἡ ἀρρώστια ἔφαγε τίς σάρκες τους καὶ τοὺς ἀφάνισε· λυπήσου καὶ γράφεσαι κι ἐσὺ στὶς οὐράνιες σελίδες. Τέτοια δίνει στοὺς θνητοὺς ὁ Θεὸς ὁ μέγας, ἀντιμετρήματα, σὰν αὐτὰ ποὺ ἐδῶ στοὺς συνανθρώπους μας μετροῦμε. 
Τὸ θνητὸ βοήθησέ τον, γιατί ἔχομε ὅλοι κοινὸ τὸ σῶμα· εἶναι ὁ Λάζαρος στὴν ἐξώθυρα, δῶσε τὰ ψίχουλα ποὺ δὲ σοῦ ἀνήκουν. 
Κι ὁ Χριστὸς μὲ τοὺς ἀνθρώπους, ὅταν ἑτοιμαζόταν φορολογία, ἔσμιξε. Σεβάσου τὴ συνομήλικη τοῦ Χριστοῦ ἀπογραφή. 
Σεβάσου τὴ φτωχομάνα μητέρα σου, αἷμα εὐσεβές,
καὶ τὸ σπίτι ποὺ διδάχτηκε νά ᾽ναι φιλικὸ στοὺς δυστυχισμένους. 
Σεβάσου καὶ τὸ δικό μου πλοῦτο, φίλε, ποὺ στοὺς φτωχούς ὅλο τὸν ἔδωσα, ἀπὸ τὸν πόθο μου νὰ σηκώσω τὸ σταυρό μου· κοινὸ εἶναι τὸ λιμάνι γιὰ τοὺς ταξιδιῶτες καὶ κοινὴ βοήθεια γιὰ ὅσους ἔχουν ἀνάγκη αὐτὴ ἡ μερίδα τῶν ἀγαθῶν. 
Τὰ κτήματα εἶναι δικά μας, ἡ πέννα δική σου. Ἂς ἔχομε ἴσο μισθὸ μὲ τοὺς φτωχοὺς ποὺ θρέψαμε. Ὁ βασιλιὰς ἂς γράφει. 
Μὲ πολλὰ ὣς τώρα ὁ μεγάλος Θεὸς σὲ δόξασε, μὲ ὅσα λίγους ἀπὸ ὅσους περνοῦν ἀπὸ τὴ γῆ. 
Αἷμα ἱερό, λόγοι, ἄφθονα κτήματα, ὄψη ὡραῖα· στὸ δικαστικὸ βῆμα νὰ ἐπιβάλλεις τοὺς ρωμαϊκοὺς νόμους· ὡστόσο αὐτὸ εἶναι τὸ περισσότερο ἀπ᾽ ὅλα, ὦ στοχαστικέ· νὰ φέρεις τὸ χέρι τοῦ Θεοῦ στοὺς ἄταφους νεκρούς.
Β΄. Πρὸς Ἰουλιανόν.

μβρῳ διψάδα γαῖαν ἐπέκλυσεν, ὅς μιν ἔδησεν·
Ἄλλος τ’ ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον·
Καὶ νούσοις τις ἄρηξεν, ὁ δ’ ἐκ πολέμων ἐσάωσεν,
Ἄλλος δ’ οὐρανόθεν λαὸν ἔθρεψε μέγαν.
Σοὶ δὲ Θεὸς χείρεσσι φόρων ἐνέθηκε τάλαντον,
Κύδιμ’ Ἰουλιανὲ, ὡς τοπάροιθε δίκης,
Ἄῤῥοπον, ἄκλοπον, ἶσον, ἀοίδιμον. Ἀλλὰ, φέριστε,
Φείδεό μοι πτωχῶν, φείδεο σῇ γραφίδι,
Οὓς νόσος ἠΐστωσε φαγοῦσ’ ἀπὸ σάρκα τάλαιναν·
Φείδεο, καὶ σὺ γράφῃ οὐρανίαις σελίσι.
Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας ἀντιτάλαντα,
Οἷά περ ἀνθρώποις ἐνθάδε μετρέομεν.
Τῷ βροτέῳ συνάρηξον, ἐπεὶ δέμας ἐστὶν ἅπασι·
Λάζαρος ἐν προθύροις, δὸς ψίχας ἀλλοτρίας.
Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη.
Ἅζεο τὴν Χριστοῦ ἥλικ’ ἰσογραφίην.
Ἅζεο μητέρα σὴν πτωχοτρόφον, εὐσεβὲς αἷμα,
Καὶ δόμον, ὃς μελέοις εὐμενέειν ἐδάη.
Ἅζεο καὶ τὸν ἐμὸν πλοῦτον, φίλος, ὅν ῥα πένησι
Πάντ’ ἀπέδωκα φέρων, σταυροφόροισι πόθοις.
Ξυνὸς ποντοπόροισι λιμὴν, ξυνὴ δέ τ’ ἀρωγὴ
Τοῖς ἐπιδευομένοις, ἠδὲ μερὶς κτεάνων.
Ἡμετέρη κτῆσις, σὴ δὲ γραφίς. Ἶσον ἔχοιμεν
Τῆς πτωχοτροφίης μισθόν. Ἄναξ γραφέτω.
Ἦ μὲν δὴ πολλοῖς σε Θεὸς μέγας ἐκλήϊσσεν,
Ὁσσατίοις ὀλίγους τῶν χθόν’ ἐπερχομένων.
Αἷμ’ ἱερὸν, μῦθοι, κτεάνων σθένος, εἶδος ἀγητόν·
Βήμασι κάρτος ἄγειν Αὐσονίοισι νόμοις·
Ἀλλ’ ἔμπης τόδε σοι πάντων πλέον, ἠπιόμητι,
Χεῖρα Θεοῖο φέρειν τοῖς ἀτάφοις νέκυσι.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις