Τρίτη 13 Ιουλίου 2021

Παρακλητικός Κανών εις την Οσία Σάρρα

 

Παρακλητικός Κανών εις την Οσία Σάρρα

Εορτάζεται στις 13 Ιουλίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 

ΡΜΒ’ (142) Ψαλμόν. 

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν μοναστῶν τὸ εὐωδέστατον ἄνθος, Σάῤῥαν ἐν ὕμνοις εὐφημήσωμεν πάντες, λαμπρῶς ἐγκωμιάζοντες τοὺς ἄθλους αὐτῆς, ἄσκησιν ἐν ἐρημίᾳ τε, καὶ κατάνυξιν θείαν, νῆψιν θεοδώρητον, καὶ συνέσεως πλοῦτον· λιταῖς Ὁσίας Κύριε ἡμᾶς, σῶσον ἐκ πλάνου, παθῶν καὶ τῶν θλίψεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.

λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς·
Σάῤῥαν, ἀσκήσεως ἄνθος τιμῶν. Νικοδήμου.

ᾨδὴ α’. 

Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Σοφίαν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι τὴν Σάῤῥαν, τῇ ἀσκήσει διηνεκεῖ, εἰς ἔρημον ἄβατον γενναίως, καταβαλοῦσα ἐχθρὸν τὸν παγκάκιστον.

ξίωσον Μῆτερ σοὺς ὑμνητάς, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίον ἀσκήσεως ἐν βίᾳ, καὶ τῆς καρδίας ἀγάπην πρὸς Κύριον.

οὴν τῶν δακρύων τῆς σῆς ψυχῆς, τῶν ἐκ μετανοίας, καὶ ἐκ νήψεως ἀληθοῦς, προσφέρεις ἐκ βάθους τῆς καρδίας, τῷ σῷ Νυμφίῳ Χριστῷ Σάῤῥα πάντιμε.

Θεοτοκίον
ητόρων ὑπόθεσις καὶ τρυφή, Σὺ πέλεις Παρθένε, ὡς γεννήσασα τὸν Χριστόν· Αὐτὸν ἐκδυσώπει Θεοτόκε, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὸν τόκον Σου.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
ρετῆς ἀνεδείχθης ὑπογραμμὸς ἔνδοξε, καὶ τῆς διακρίσεως Σάῤῥα, σεπτὴ διδάσκαλος, ἀναλαβοῦσα σταυρόν, ἀσκητικῆς πολιτείας, ἐν ἐρήμῳ στέργουσα, δεινὰ παλαίσματα.

Νικηθεῖσα ἐκ πόθου τὸν Ἰησοῦ ἔνδοξε, σπεύδεις πρὸς Αὐτὸν ἐν ἐρήμῳ, φυγοῦσα πρόσκαιρα, καὶ ἡσυχίας ζωήν, καὶ ἀρετῶν τὰς ὑψώσεις, Σάῤῥα ἐπεζήτησας, βία ἀσκήσεως.

ποῤῥίψασα πάσας τὰς ἡδονὰς σώματος, καὶ ἐπιθυμίας τοῦ κόσμου, Σάῤῥα κατέφυγες, ἐν τῇ ἐρήμῳ σεμνή, ἀντιπαλαίουσα ζήλῳ, τοῦ ἐχθροῦ τὰς φάλαγγας, δυνάμει Πνεύματος.

Θεοτοκίον.
Σωτηρίας ἐγένου τῆς τῶν βροτῶν πρόξενος, τῇ κυοφορίᾳ τοῦ Κτίστου, ἐν τῇ νηδύϊ Σου, Παρθενομῆτορ ἁγνή, τῆς Ἐκκλησίας ἡ δόξα, τῶν πιστῶν ἡ πρέσβειρα, καὶ ἱλαστήριον.

Κραταίωσον, μοναζουσῶν τὸ πολίτευμα Μῆτερ Σάῤῥα, ὅτι πέλεις ἡσυχαστῶν, θεόσδοτον πρότυπον, καὶ νήψεως κλέος, καὶ παρθενίας.

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
ν πόθῳ Χριστῷ, πιστῶς ἠκολούθησας, ἀσκήσει πολλῇ, τὰ πάθη κατενίκησας, καὶ ἀββάδων γέγονας, ἡ διδάσκαλος τῆς συνέσεως, καὶ νηπτικῆς ζωῆς ἀληθοῦς, τὸ πρότυπον Σάῤῥα, τῇ δυνάμει τοῦ Χριστοῦ.

ᾨδὴ δ.’ Εἰσακήκοα Κύριε.
Κατανύξεως δάκρυσιν, ἔρημον ποτίζεις ποθοῦσα λύτρωσιν, καὶ Νυμφίου γάμον ἄῤῥητον, ἐν παστάδι τῆς αἰωνιότητος.

δονὰς τὰς τοῦ σώματος, πάσας ἀπηρνήσω καὶ ματαιότητα, τὴν τοῦ κόσμου παναοίδιμε, οὐρανοῦ ποθοῦσα τὴν ἀπόλαυσιν.

Σιωπὴν καὶ τὴν ἄσκησιν, σὺ ἐπιζητήσασα εἰς τὴν ἔρημον, τῷ Κυρίῳ ἀφιέρωσας, ὅλον σου τὸν βίον θεοδόξαστε.

Θεοτοκίον
ν δυνάμει κηρύττομεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ τῷ κόσμῳ ἀναγγέλλομεν, τῶν Σῶν θαυμάτων τὰ ἐξαίσια.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
σπερ ἀσκηταί, ἐν ἐρήμῳ ἐναθλήσασα, τὰς μεθοδείας πάσας τοῦ πειρασμοῦ, Χριστοῦ δυνάμει, κατέβαλες Σάῤῥα ἔνδοξε.

Στήριξον ἡμᾶς, σαῖς πρεσβείαις πρὸς τὸν Κύριον, ἐν τῷ ἀγῶνι Σάῤῥα τῷ ἱερῷ, καὶ τῇ ἀσκήσει, πρὸς κάθαρσιν τῶν ψυχῶν ἡμῶν.

γιον Θεόν, σὺ ποθοῦσα μανικώτατα, ὥσπερ ἀνὴρ ἐξῆλθες Σάῤῥα σεμνή, τοῦ πολεμῆσαι, ἀλάστορος τὰ στρατεύματα.

Θεοτοκίον
Νέον Ἰσραήλ, Θεοτόκε σῶσον τάχιστα, ταῖς πρὸς τὸν Κύριόν Σου λιταῖς ἁγνή, ὡς Μήτηρ οὖσα, Χριστοῦ τοῦ Θεοῦ πανάμωμε.

ᾨδὴ ς’. Τὴν δέησιν.
Θεώσεως, πεπτωκυίας φύσεως, ἐπεθύμει ἀληθῶς ἡ ψυχή σου, πάντα τῆς γῆς, ἐν χαρᾷ ἀπηρνήθης, καὶ ἀσκητῶν τὴν ζωὴν Σάῤῥα ἔστερξας, ἀσκήσει δὲ διηνεκεῖ, διακρίσεως χάρις σοὶ δέδοται.

Οὐράνιον, εὐφροσύνην δέδωκεν, ὁ Χριστὸς τῇ ἀνδρικῶς ἀσκουμένῃ, καὶ δωρεάς, κατανύξεως θείας, καὶ διακρίσεως χάριν πανθαύμαστον, καὶ νήψεως θείους κρουνούς, τῶν δακρύων ῥοὴν καὶ γλυκύτητα.

Στερέωσον, σαῖς πρεσβείαις πάνσεμνε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν· ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ πειρασμοῖς ἀθυμίας προσβάλλει με· ἔχεις γὰρ Σάῤῥα πρὸς Θεόν, παῤῥησίαν ὁσίας πανένδοξε.

Θεοτοκίον
Τιμῶμέν Σε, ὡς Μητέρα ἄφθορον, τοῦ Χριστοῦ θεοχαρίτωτε Κόρη· ὅτι ἐν Σοί, ἀπαρχὴ σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις, καὶ θέωσις ταῖς Σαῖς λιταῖς, τοῖς βροτοῖς ἐξ Υἱοῦ Σου δεδώρηται.

Κραταίωσον, μοναζουσῶν τὸ πολίτευμα Μῆτερ Σάῤῥα, ὅτι πέλεις ἡσυχαστῶν, θεόσδοτον πρότυπον, καὶ νήψεως κλέος, καὶ παρθενίας.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Π
αρθενίας ὑπάρχεις κειμήλιον πάντιμε, καὶ τῆς νήψεως τῆς ἀληθοῦς ἀκροθίνιον, τῇ ἀρνήσει ὑπὲρ Χριστοῦ προσκαίρων ἀγαθῶν· διὸ ἔλαβες παρὰ Θεοῦ, ἡσυχαστῶν τὰς ἀρετάς, καὶ Ὁσίων ἀνάπαυσιν· πρέσβευε τῷ Κυρίῳ, λιταῖς σου ἀδιαλείπτοις, τοῦ ἐλεῆσαι τὰς ψυχάς, πάντων Σάῤῥα τῶν τιμώντων σε.

Προκείμενον.

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, 

Ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. 25, 1-13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σάῤῥαν θεοδόξαστον, τῶν μοναχῶν τὴν κρηπῖδα, τῆς ἐρήμου κόσμημα, εὐλαβῶς τιμήσωμεν φιλομόναχοι· ἀνδρικῶς ἤθλησεν, ὑπὲρ φύσιν ὄντως, ἐν ἐρήμῳ ὡς ἰσάγγελος, καὶ ἀναδέδεικται, Πνεύματος δοχεῖον καὶ χάριτος· νηστείαις καὶ δεήσεσιν, δῶρον διακρίσεως ἔλαβεν· ὅθεν οἱ Πατέρες, προστρέχοντες αἰτοῦσιν ἐξ αὐτῆς, τῆς ἐμπειρίας τὰ νάματα, μετὰ ταπεινώσεως.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
κεσίας τῆς Σάῤῥας, ἀποδέχεται ὄντως, ἐν οὐρανοῖς ὁ Χριστός, ὑπὲρ τῶν ἀσκουμένων, πρὸς δόξαν τῆς Τριάδος, καὶ βοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μεγαλύνοντες Σάῤῥαν, εὐφημήσωμεν πάντες, ἀγγελικὴν βιοτήν, χορείαν τῶν παρθένων, τῶν πόθῳ ἀνυμνούντων, καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ἀσκήτρια Σάῤῥα, ἐκ βελῶν ἀντιδίκου ταῖς σαῖς πρὸς Κτίστην λιταῖς, δυσώπει φυλαχθῆναι, ἡμᾶς τοὺς σὲ τιμῶντας, καὶ βοῶντας πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον
Νεανίδων ἡ δόξα, καὶ Παρθένων ταὸ κλέος, Σὺ ὄντως πέλεις ἁγνή· ἁγίαζε λιταῖς Σου, χοροὺς παρθενευόντων, καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η’. Τὸν Βασιλέα.
χνηλατοῦσα, τῶν ἀσκητῶν τὴν πορείαν, ἠξιώθης ἰδεῖν Χριστὸν Σάῤῥαν, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κατατρυφῶσα, τῶν ἀγαθῶν τῆς ἐρήμου, ἐν χαρᾷ θεία Σάῤῥα κραυγάζεις, τὸν Χριστὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

λοκαρδίως, τῶν γεηρῶν ἀπεσπάσθης, καὶ Χριστῷ ἐν ἐρήμῳ ἡνώθης, Σάῤῥα ἀνυμνοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον
Διδασκομένη, ἡ Σὴ ζωὴ ὀρθοδόξοις, Θεοτόκε Σὸν Τόκον προβάλλει, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
ἔρημος ἀγάλλου, Σάῤῥαν καθορῶσα, ὑπερφυῶς ἀθλουμένην πρὸς δόξαν Θεοῦ, καὶ διηγοῦ ἀσκουμένοις, αὐτῆς τὰς χάριτας.

Μετὰ τῶν Ἀσωμάτων, τάξεται ἡ Σάῤῥα, ἡ ἐν ἀβάτῳ ἐρήμῳ σταυρὸν βαστάσασα, τῆς βιαστῶν Βασιλείας, ἰσχύϊ Χάριτος.

Οὐράνιαι δυνάμεις, Σάῤῥα ἀνυμνοῦσι, λατρευτικῶς τὸν Δεσπότην Χριστὸν τὸν Θεόν, Ὃν ἀγαπήσασα κόσμου, ἠρνήθης ἅπαντα.

Θεοτοκίον
μνοῦμεν τὸν Υἱόν Σου, καὶ Σὲ Θεομῆτορ, οἱ διὰ Σοῦ σεσωσμένοι ἐκ πλάνου ἐχθροῦ, καὶ τῶν δεσμῶν τοῦ θανάτου, καὶ πάσης θλίψεως.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σάῤῥαν τὴν Ὁσίαν πανευλαβῶς, τιμήσωμεν ὕμνοις, ὡς ἀσκήσασαν εὐκλεῶς, καὶ ἀξιωθεῖσαν, χαρίσματα τοῦ λόγου, διδάσκειν ἐν φρονήσει, ζωὴν ἰσάγγελον.

Σάῤῥαν εὐφημήσωμεν ἐν ψαλμοῖς, ἄνθος τῆς ἐρήμου, καὶ κειμήλιον μοναχῶν, πάντων τῶν Ὁσίων, ὑπόδειγμα καὶ τύπον, πιστῶν δὲ Ὀρθοδόξων, πρότυπον τέλειον.

Χάριν τῆς ἀσκήσεως ἐκ Θεοῦ, ἔλαβες πλουσίως, καὶ διάκρισιν θαυμαστήν, διδάσκουσα Σάῤῥα, πατέρας τῆς ἐρήμου, τῆς νήψεως τὸ ἔργον, ἐνθέοις λόγοις σου. 

Τιμήσωμεν ὕμνοις πανευλαβῶς, Σάῤῥαν τὴν Ὁσίαν, τὴν ὁδεύσασαν θαυμαστῶς, τὴν ἄνω πορείαν, ὡς πάλαι οἱ ἀββάδες, ἐν νήψει καὶ ἀσκήσει, καὶ βίᾳ σώματος.

δήγησον Σάῤῥα τοὺς μοναστάς, εἰς ζωὴν Ἀγγέλων, καὶ θεώσεως θαυμαστῆς, ταῖς λιταῖς σου Μῆτερ, πρὸς τὸν Νυμφίον Λόγον, τὸν αἵματι ἁγίῳ, βροτοὺς λυτρώσαντα.

Κατάνυξιν νῆψιν καὶ προσευχήν, δάκρυα θυσίαν, καὶ μετάνοιαν ἀληθῆ, δώρησαί μοι Σάῤῥα, πρεσβείαις σου ἀπαύστοις, ἵνα Χριστοῦ κερδήσω, τὸ μέγα ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον

γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς). 
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 

Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Σάῤῥαν τὸ πανεύοσμον κρίνον, ἐν ἐγκωμίοις σεπτοῖς, πόθῳ δὲ κηρύξωμεν, αὐτῆς θαυμάσια, προσευχῆς ἀδιάλειπτον, νηστείας ἀγῶνα, νήψεως διάκρισιν, καὶ τὴν κατάνυξιν· πάντες τὰ ἀθλήματα ταύτη, ζήλῳ μιμησώμεθα, ὅπως ταπεινῶς βιώσωμεν ἐν Χάριτι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.


 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις