Τετάρτη 14 Ιουλίου 2021

Παρακλητικός Κανών εις τoν Άγιον Νικόδημον τον Αγιορείτη

Παρακλητικός Κανών εις τoν Άγιον Νικόδημον τον Αγιορείτη

Ποίημα Γεράσιμου Μοναχοῦ Μικραγιαννανίτου

Εορτάζετε στις 14 Ιουλίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 

ΡΜΒ’ (142) Ψαλμόν. 

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εῖτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, σοφίας θείας ὑποφήτης ἐδείχθης, καὶ διδαχῶν ἐνθέων θεῖον ὄργανον ὅθεν ἡμᾶς λύτρωσαι, σοφισμάτων τοῦ πλάνου, φωτισμὸν αἰτούμενος καὶ διόρθωσιν βίου, τοῖς προσιοῦσι Πάτερ εὐλαβῶς, τῇ σῇ πρεσβείᾳ, Νικόδημε Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ν΄ (50) Ψαλμός.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου• Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστιχίς
«Φῶς μοι αἴτει, Νικόδημε Πάτερ. Γερασίμου».

ᾨδὴ α΄. 

Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, Νικόδημε Πάτερ, τοῦ νοός μου τὸν σκοτασμὸν, καὶ τὴν ἀθυμίαν τῆς ψυχῆς μου, ὡς συμπαθὴς διασκέδασον δέομαι.

ς ἔχων τῆς χάριτος τοῦ Θεοῦ, πλουσίως τὰ ρεῖθρα, θεοφόρε ἐν τῇ ψυχῇ, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν μου, τῇ ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

Σοφίας ὤν ἔμπλεως θεϊκῆς, σοφῶς με βαδίζειν, ἐνταλμάτων τῶν τοῦ Θεοῦ, τὴν τρίβον ἐνίσχυσον παμμάκαρ, ταῖς πρὸς Θεόν σου πρεσβείαις Νικόδημε.

Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου οἷα πῦρ, ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ τίκτεται ὡς βροτός διό μου κατάφλεξον Παρθένε, τῶν λογισμῶν τῆς κακίας πᾶν βλάστημα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν ἐδέξω, χάριν πολλὴν Ὅσιε ὅθεν Ἐκκλησίας ἐδείχθης, φωστὴρ νεόφωτος διὸ καταύγασον, ταῖς φωτοφόροις λιταῖς σου, ἡμῶν τὴν διάνοιαν, Πάτερ Νικόδημε.

σχὺν θείαν παρέχει, βίβλος ἡ σὴ Ὅσιε, ἡ πρὸς ἀοράτους πολέμους, ἡμᾶς ἀλείφουσα καὶ νῦν ἐνισχυσον, πρὸς συμπλοκὰς νοουμένας, τοὺς σὲ μακαρίζοντας, Πάτερ Νικόδημε.

θλητῶν τοὺς ἀγῶνας, περιφανῶς ᾔνεσας ὅθεν ἐναθλεῖν με νομίμως, ἐνθέοις σκάμμασιν, καὶ νοῦν τηρεῖν καθαρὸν, ταῖς προσβολαῖς τοῦ Βελίαρ. Πάτερ ἐνδυνάμωσον τῇ προστασίᾳ σου.

Θεοτοκίον.
λαστήριον θεῖον, ὡς ἀληθῶς πέφηνας, τέξασα σαρκὶ ἀπορρήτως, τὸν πάντων Κύριον, τὸν λυτρωσάμενον, ἐκ τῆς ἀρχαίας κατάρας, τοὺς σὲ μεγαλύνοντας Παρθένε Ἄχραντε.

Διάσωσον ταῖς πρὸς Θεὸν σου Νικόδημε ἱκεσίαις, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον Πάτερ πλουτοῦντας.

πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Παθῶν ψυχικῶν, ἀπάλλαξον Νικόδημε, καὶ δίδου ἡμῖν ζηλοῦν ἀεὶ τὰ κρείττονα, καὶ τὸν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι Πάτερ τοῖς βίβλοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καὶ τέρπων τοὺς θεόφρονας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ μελέτῃ τῆς Κλίμακος, ἥν Ἁγίῳ Πνεύματι Πάτερ ἔπηξας, ἀναβίβασον Νικόδημε, τὰς ψυχὰς ἡμῶν πρὸς θεῖον ἔρωτα.

ξ ἐχθρῶν ἐπιθέσεως, ἀοράτων πάντας ἀτρώτους φύλαττε, τοὺς τὰς θείας ὑποθήκας σου, ὡς ἀσπίδα θείαν Πάτερ ἔχοντα.

λασμόν ἡμῖν αἴτησαι, καὶ φωτὸς ἀΰλου θείαν ἐπίλαμψιν, τοῖς προστρέχουσι Νικόδημε, τοῖς σοῖς φωτοφόροις λόγοις πάντοτε.

Θεοτοκίον.
Νόμῳ θείῳ ὑπόταξον, τῆς σαρκός μου Δέσποινα τὰ κινήματα, καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
θυνον ἡμᾶς, οὐρανόθεν Πάτερ Ὅσιε, πρὸς τὸν φόβον τοῦ Θεοῦ τὸν ἀληθῆ, ὡς διδάσκαλον ἡμῶν λόγοις καὶ πράξεσι.

Κύματα δεινῶν, περιστάσεων κατεύνασον, ἀπειλοῦντα ἡμῖν ὄλεθρον σοφὲ, καὶ γαλήνην τῇ ζωῇ ἡμῶν πρυτάνευσον.

λος γλυκασμὸς, ὁ σὸς λόγος πέλει Ὅσιε ὅθεν δίωξον πικρίαν τῶν παθῶν, κατασχοῦσαν τὴν καρδίαν μου Νικόδημε.

Θεοτοκίον.
Δύναμιν Ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τοῦ πατεῖν τὰς τοῦ δολίου προσβολάς, καὶ ἀμέμπτως διανύειν τὰς ἡμέρας μου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
λίου τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπρυνόμενος τὸν νοῦν θεηγόρε, φωτολαμπεῖς ἡμῖν ἔλιπες βίβλους, ἀπελαυνούσας παθῶν τὴν σκοτόμαιναν. Ἀλλ’ ὦ Νικόδημε σοφέ, πρὸς φωτὸς ἡμᾶς ἔργα κατεύθυνον.

Μηδόλως, τοῖς αἰσθητοῖς προσανέχειν, καταξίωσον ἡμῶν τὰς αἰσθήσεις, ὁ καταλλήλως ἐν τεύχει οἰκείῳ τὴν φυλακὴν τῶν αἰσθήσεων Ὅσιε, διδάσκων στόματι σοφῷ, θεηγόρε παμμάκαρ Νικόδημε.

νθέως, τῆς ἀρετῆς διανύειν, τὰ γυμνάσματα ἐνίσχυσον Πάτερ, τοὺς μελετῶντας τὴν θείαν σου βίβλον, ἥνπερ προσφόρως ὠνόμασας Ὅσιε, Γυμνάσματα πνευματικά, θεηγόρε παμμάκαρ Νικόδημε.

Θεοτοκίον.
Παθῶν με, τῶν ἀκαθάρτων Παρθένε, συνθλιβόντων τὴν ἀθλίαν ψυχήν μου, καὶ συνωθούντων πρὸς ὄλεθρον Κόρη, τῇ ρυπτικῇ σου πρεσβείᾳ ἐκκάθαρον, καὶ καθαρὸν με τῷ Κριτῇ, καὶ Υἱῷ σου παράστησον δέομαι.

Διάσωσον ταῖς πρὸς Θεὸν σου Νικόδημε ἱκεσίαις, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον Πάτερ πλουτοῦντας.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὣς ἔχουσα μητρικὴν παρρησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
π’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα, τῆς εὐσεβείας διδάσκαλος πέφηνας διό με συνέτισον πάνσοφε, τῶν διδαχῶν σου τῶν θείων συντάγμασιν, ὁσίως βιῶσαι, Νικόδημε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στιχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου 
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὀς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν Ἄθῳ Νικόδημε, βίον βιωσάμενος τὸν ἰσάγγελον, καὶ φωτὶ Ὅσιε, τῶν σῶν διδαγμάτων, καταυγάζεις τὰς ψυχὰς ἡμῶν χάρις πλουσία γάρ, Πάτερ τοῖς σοῖς χείλεσι κέχυται διὸ ἐκδυσωποῦμεν σε, ρᾶνον ἡμῖν ἄνωθεν Ἅγιε. Ταῖς σαῖς ἱκεσίαις, τοὺς θείους οἰκτιρμοὺς παρὰ Θεοῦ, ὡς τῆς ἐνθέου χρηστότητος, μύστης ἐνθεώτατος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
παθείας πρὸς τρίβον, ἐκ παθῶν ἀνοδίας ἡμᾶς ἀνθέλκυσον, ὁ λόγῳ ἀναπτύσσων, τῶν ἀρετῶν τὸ κάλλος, θεηγόρε Νικόδημε, τὴν ἀμορφίαν ἡμῶν, ἐκ τῶν ψυχῶν ἐξαίρων.

Τῶν Ὁσίων Πατέρων, τὰς σοφὰς ὑποθήκας Πάτερ ἀνέπτυξας ἐν ταύταις οὖν ρυθμίζειν ἡμῶν τὴν πολιτείαν, θεαρέστως ἀξίωσον, ὡς ὑποφήτης σοφὸς, ζωῆς τῆς μακαρίας.

ν φωτὶ τῷ ἀΰλῳ, μελετῶν καὶ συγγράφων ζωῆς τὰ ρήματα, ψυχῆς ἡμῶν τὸν πόνον, πρὸς κτῆσιν τῶν κρειττόνων, διεγείρεις Νικόδημε, καὶ ραθυμίας δεινῆς, τὴν νέκρωσιν διώκεις.

Θεοτοκίον.
Ρώμην δίδου μοι, Κόρη, κατὰ πάσης μανίας τοῦ παναλάστορος, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς φόβον τοῦ Υἱοῦ σου, ὡς ἄν πάσας ἐκκρούσωμαι, τὰς τῶν παθῶν προσβολὰς, καὶ ζήσω ἐναρέτως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γλώσσῃ ἁγίᾳ νόμους ἐκθέμενος θείους, πάσης λύτρωσαι ἡμᾶς παρανομίας, τοὺς τρυφῶντας Πάτερ, τοῖς θείοις τεύχεσί σου.

ξ ὕψους Πάτερ, δίδου ἡμῖν ἀοράτως, φῶς καὶ σύνεσιν κατανοεῖν καὶ πράττειν, τὰ καθοδηγοῦντα, τοὺς τρίβους σωτηρίας.

Ρήσεσι Πάτερ, τῶν ἱερῶν σου χειλέων φωτιζόμενοι Νικόδημε τῆς πλάνης, καὶ τῆς ἀθυμίας, διώκομεν τὸ νέφος.

Θεοτοκίον.
νερμηνεύτως, τὸν Ποιητὴν τετοκυῖα, ἐκκαλούμενον ἡμᾶς πρὸς ἀφθαρσίαν, ρῦσαι με Παρθένε, φθορᾶς καὶ ἁμαρτίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίας ἡμᾶς πλῆσον, Νικόδημε τῆς θείας, ὡς τῆς σοφίας θεόφθογγον ὄργανον, καὶ σοφισμάτων ἐκλύτρωσαι τοῦ ἀλάστορος.

άματα βλυστάνει, Πάτερ ὁ σὸς λόγος, ταῖς ἀσθενούσαις ψυχαῖς Θείῳ Πνεύματι, καὶ τοῦ νοὸς θεραπεύει πᾶσαν τὴν ἄγνοιαν.

Μυρίπνοον ὡς ρόδον, πρόκειται τοῖς πᾶσιν, ἡ Παναγία σου κάρα Νικόδημε, ἥν προσκυνοῦντες πληρούμεθα θείας χάριτος.

νέος ἐν Ὁσίοις, τῶν ἄνω ἐκφάντωρ, θεομακάριστε Πάτερ Νικόδημε, τὴν ἀσθενοῦσαν ψυχήν μου λόγῳ σου ἴασαι.

Θεοτοκίον.
πέραγνε Μαρία, ἡ Θεὸν τεκοῦσα, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τῆς μετανοίας τοῖς ρείθροις ἵνα δοξάζω σε.

Άξιον εστίν, ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα ἱερὸν χαίροις τῆς Μονῆς μας θερμότατος προστάτης, Νικόδημε παμμάκαρ, Ἄθωνος καύχημα.

Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστὸς, καὶ Ἁγίου Ὄρους, στῦλος ὄντως φωτοειδής χαίροις Μοναζόντων, ὁ θεῖος ὑποφήτης, Νικόδημε τρισμάκαρ, λόγῳ τῆς Χάριτος.

Βίον διανύσας ἀσκητικὸν καὶ τὸν νοῦν καθάρας τῆς ἰλύος τῶν γεηρῶν αἴγλης τρισηλίου Νικόδημε ἐπλήσθης, καὶ βίβλους θεογράφους, Πάτερ συνέγραψας.

Κάλαμος ἡ γλῶσσά σου ἀληθῶς, ὀξυγράφου ὤφθη, ὡς ὁ θεῖος λέγει Δαβίδ, ζωῆς αἰωνίου, καλλιγραφοῦσα λόγους, πιστῶν εἰς σωτηρίαν Πάτερ Νικόδημε.

Νικῶν ἡμῖν δίδου κατὰ παθῶν, Νικόδημε Πάτερ, καὶ διέγειρον τὰς ψυχὰς ἡμῶν θεηγόρε, πρὸς θείας ἐπιδόσεις, ὡς ἄν τῆς αἰωνίου ζωῆς μετάσχωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκὰς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. 
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.  
Τὸν τοῦ Ἄθω φωστήρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ τῆς Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν διδάσκαλον Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς, βλυστάνει τοῖς κραυγάζουσι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων σε πιστῶς δέχου τὰς δεήσεις Παμμάκαρ, καὶ καθικέτευε, Ἅγιε Νικόδημε, τὸν Ζωοδότην Χριστὸν, νίκην δοῦναι καὶ δύναμιν, κατὰ τοῦ Βελίαρ, καὶ πταισμάτων ἄφεσιν, καὶ θεῖον ἔλεος, πᾶσι τοῖς ὑμνοῦσί σε Πάτερ καὶ τοῖς θεοσόφοις σου λόγοις, πίστει ὁμιλοῦσι καὶ ἐγκύπτουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν. Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.’Ἀμήν.

Δίστιχον.
Νικόδημε δέησιν οἰκτρὰν προσδέχου
Γερασίμου σπεύδοντος τῇ σῇ σοφίᾳ.

 


Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις