Δευτέρα 5 Ιουλίου 2021

Παρακλητικός Κανών Ὁσίου ΑΘΑΝΑΣΙΟΥ τοῦ Ἀθωνίτου


Παρακλητικός Κανών Ὁσίου ΑΘΑΝΑΣΙΟΥ τοῦ Ἀθωνίτου


Εὐλογήσαντος τοῦ Ἱερέως

 

ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια· 
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ς τῶν ἐν Ἄθῳ χαρακτήρ καί ἀκρότης, καί τῶν ἐν θλίψεσι θερμός ἀντιλήπτωρ, καί αὐτουργός θαυμάτων Ἀθανάσιε, φύλαττε τά τέκνα σου, ἀπό πάσης ἀνάγκης, ἴθυνον τήν ποίμνην σου, πρός νομάς ζωηφόρους· σέ γάρ φρουρόν καί θεῖον ἀρωγόν, καί προμηθέα, κεκτήμεθα μέγιστον.

Δόξα. Ὅμοιον.

Κατατρυχόμενοι παθῶν τῇ δουλεῖᾳ, καί πιεζόμενοι ἐχθροῦ ταῖς ἐφόδοις, τῇ σκέπῃ σου προστρέχομεν βοῶντες ἐκτενῶς· Πάτερ Ἀθανάσιε, ὄμματί σου εὐσπλάχνῳ, οὐρανόθεν ἔπιδε, ἐφ’ ἡμᾶς τούς σούς δούλους, καί εἰηναίαν δώρησαι ζωήν, τοῖς ἀδιστάκτῳ ψυχῇ προσιοῦσι σοι.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.

Εἶτα ὁ Κανών.
ᾨδή α΄. 
Ἦχος πλ. α΄. Ὑγράν διωδεύσας.

Φωτός ἀθανάτου κατατρυφών, παθῶν τήν ὁμίχλην, τήν καλύπτουσαν χαλεπῶς, τῆς ψυχῆς μου τάς κόρας θεοφόρε, φωτιστικαῖς σου πρεσβείαις διάλυσον.

φάπλωσον Πάτερ ὡς συμπαθής, τῆς σῆς προμηθείας, οἷα πτέρυγας τήν ῥοπήν, καί σκέπασον πάντας τούς υἱούς σου, ἐκ τῶν βελῶν τοῦ δεινοῦ πολεμήτορος.

Λεόντων τάς μύλας τῶν νοητῶν, τῶν ὠρυομένων, Ἀθανάσιε καθ’ ἡμῶν, κατάβαλε ῥάβδῳ τῶν εὐχῶν σου, καί ἐν γαλήνῃ ἡμᾶς περιφρούρησον.
Θεοτοκίον.
γνείας δοχεῖον περιφανές, ἁγνόν με συντήρει, καί αἰσθήσει τε καί ψυχῇ, καί κάθαρον πάσης με ἐννοίας, ἡδυπαθοῦς Θεοτόκε Πανάμωμε.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Τῆς χαρᾶς τοῦ Κυρίου, ὡς μετασχών Ὅσιε, λύπης καί δεινῆς ἀθυμίας, ἡμᾶς ἀπάλλαξον, καί χαροποίησον, τάς τεθλιμμένας καρδίας, καί πένθος χαρμόσυνον, ἡμῖν πρυτάνευσον.

Τῶν δαιμόνων τά τόξα, τά καθ’ ἡμῶν σύντριψον, καί τῶν πειρασμῶν τάς νιφάδας, Πάτερ ἀφάνισον, καί πρός εὐθείας ὁδούς, τῶν προσταγμάτων τοῦ Λόγου, βαίνειν ἐνδυνάμωσον, ἡμᾶς ἑκάστοτε.

γυμνώθην ὁ τάλας, τῆς τοῦ Θεοῦ χάριτος, καί τόν ᾑμαγμένον χιτῶνα, παθῶν ἐνδέδυμαι· σύν οὖν διάῥῥηξον, τόν τῆς ὀδύνης μου σάκκον, καί τῇ μετανοίᾳ με, Πάτερ ἀμφίασον.

Θεοτοκίον.
λιόμορφε Κόρη, ἡ τόν Θεόν τέξασα, ὕλῃ ἑνωθέντα βροτείᾳ, ὑπέρ κατάληψιν, Αὐτόν δυσπώπησον, υἱοθετῆσαί με αὖθις, ἐκ δουλείας ἥκοντα, τοῦ κοσμοκράτορος.

Διάσωσον, ἀπό κινδύνων τούς δούλους Σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μή οὖν ἡμᾶς ἀποῤῥύψῃς τῆς σῆς εὐνοίας.

πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. 
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, καί φύλαξ ἀπροσμάχητος, καί πύργος στεῤῥός, καί κυβερνήτης ἄριστος, ὑπάρχεις Ἀθανάσιε, ὡς θεράπων Θεοῦ γνησιώτατος· διό ἐκ βάθους βοῶμεν σοι ψυχῆς, ὑπέρ ἡμῶν ἐκτενῶς Πάτερ ἱκέτευε.

ᾨδή. Εἰσακήκοα Κύριε.

Μετανοίας ὑπάνοιξον, τοῖς πεπλανημένοις, Πάτερ τήν εἴσοδον, καί τῷ Λόγῳ καθοδήγησον, τούς ἐξ ἀγνωσίας ἐπιστρέφοντας.

σθενοῦσιν ἀνάῤῥωσις, καί συντετριμμένοις Πάτερ ἀνόρθωσις, καί τοῖς πάσχουσιν ἀνάψυξις, γένοιτο Κυρίῳ ἡ πρεσβεία σου.

Συμπαθείᾳ κοσμούμενος, εὐμενῶς ἐπίβλεψον Ἀθανάσιε, ἐπ’ ἐμέ καί κατοικτείρησον, τήν ταπεινωθείσάν μου διάνοιαν.

Θεοτοκίον.
πειράνδρως κυήσασα, τόν Δημιουργόν τῶν ὅλων καί Πρύτανιν, πειρασμῶν με Κόρη λύτρωσαι, καί τῶν συνθλιβουσῶν με προλήψεων.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον την ὀφρύν, τοῦ δολίου πολεμήτορος, καί ἀνύψωσον τό κέρας τῶν πιστῶν, Ἀθανάσιε Ὁσίων ἀκροθίνιον.

λυπον ζωήν, καί εἰρήνην ἀστασίαστον, τοῖς ἱκέταις σου πρυτάνευσον σοφέ, καί πταισμάτων ἡμῖν δώρησαι τήν ἄφεσιν.

Νόμοις ἱεροῖς, τήν ψυχήν μου θρέψον Ὅσιε, τήν ἐν πράξεσι λιμώττουσαν δειναῖς· σύ γάρ πέλεις νομοθέτης ἡμῶν ἄριστος.

Θεοτοκίον.
γιος ναός, τοῦ τά πάντα ἁγιάζοντος, Παναγία χρηματίσασα λαμπρῶς, ἐναγῶν με λογισμῶν ἀπελευθέρωσον.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Σωμάτων σε, καί ψυχῶν ἀκέστορρα, καί πνευμάτων ἀκαθάρτων διώκτην, ὁ σέ δοξάσας ἀνέδειξε Πάτερ· ὅθεν ἡμᾶς θεοδέκτοις πρεσβείαις σου, σωματικῶν καί ψυχικῶν, ἀλγηδόνων ταχέως ἀπάλλαξον.

λέῳ σου, οὐρανόθεν ὄμματι, Ἀθανάσιε Πατέρων ἀκρότης, ἐπί τά τέκνα σου βλέψον παμμάκαρ, καί πειρασμῶν τό κλυδώνιον κόπασον, καί καθοδήγησον ἡμᾶς, πρός λιμένας τοῦ θείου θελήματος.

πόμβρισον, τῇ ψυχῇ μου Ὅσιε, τῆς ἀφέσεως θεόθεν τά ῥεῖθρα, καί τῆς σαρκός ἐκπλύνας τούς ῥύπους, κεκαθαρμένον με ὅλον ἀνάδειξον, ἵνα σωζόμενος ὑμνῶ, τήν πολλήν πρός ἐμέ σου προμηθείαν.

Θεοτοκίον.
Παράδεισος, ζωηφόρος γέγονας, γεωργήσασα Ἁγνή ἀνηρότως, καθάπερ ἄνθος τερπνόν καί εὐῶδες, τόν διατρέφοντα πάντα χρηστότητι, καί τήν ὀσμήν τῆς ἑαυτοῦ, ἐπιγνώσεως κόσμῳ δωρούμενον.

Διάσωσον, ἀπό κινδύνων τούς δούλους Σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μή οὖν ἡμᾶς ἀποῤῥύψῃς τῆς σῆς εὐνοίας.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. 
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασίας τῆς πρός ἡμᾶς σου τό μέγεθος, μή ἀποστήσῃς ἀφ’ ἡμῶν Ἀθανάσιε· σύ γάρ ὑπέρμαχος ἡμῶν καί ποιμήν ἀληθινός· διό πρόφθασον ὡς συμπαθής, εἰς τήν ταπείνωσιν ἡμῶν, καί τόν τάραχον στόῥεσον, θλίψεων ἐνεστώτων, καί νόσων ἐπερχομένων, καί πρός εἰρήνην ἀληθῆ, χειραγώγησον τούς δούλους σου.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. 
Ἦχος πλ. β΄. 
Ὅλην ἀποθέμενοι. 
Στ. Ἐλέησόν με, ὁ Θεός...

χων τῆς χρηστότητος, τῆς θεϊκῆς ὑπέρ λόγον, ὡς Χριστοῦ ἀκόλουθος, θησαυρόν τόν ἔνθεον Ἀθανάσιε, εὐμενῶς πρόστηθι, καί εὐσπλάχνως ἴδε, τήν ἀσθένειαν τῶν δούλων σου, δι’ ἧς προσκρούομεν, πάντοτε τοῖς θείοις ἐντάλμασι, καί τῆς σαρκός τό θέλημα, γνώμῃ πονηρᾷ διανύομεν, καί σύγγνωθι Πάτερ, καί ἐξ ἀναισθησίας χαλεπῆς, πρός μετανοίας ἐγρήγορσιν, ἡμᾶς διαῤῥύθμισον.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
θανάτου εὐκλείας, καί τρυφῆς ἀνωλέθρου Πάτερ λαβόμενος, παγίδων, ἐκ θανάτου, καί τῶν πυλῶν τοῦ Ἅδου, τούς βοῶντας ἐξάρπασον, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Τῶν ἀΰλων χαρίτων, φωτοφόρον δοχεῖον Πάτερ γενόμενος, χαρίτωσον τάς φρένας, ἡμῶν καί τάς καρδίας, καί συνέτισον ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

πομβρίαις ἐνθέοις, τῶν παθῶν μου τήν κάμινον σβέσον Ὅσιε, καί φέγγει προθυμίας, τόν ἐσβεσμένον λύχνον, τῆς ψυχῆς μου διάναψον, ἵνα φωτός τήν ὁδόν, ὁδεύσω ἀπροσκόπτως.

Θεοτοκίον.
υπωθείς τῇ κακίᾳ, τήν εἰκόνα τοῦ Κτίστου φεῦ! κατεμόλυνα· Σύ οὖν Παρθενομῆτορ, τοῖς ῥυπτικοῖς Σου ῥεῖθροις, τῆς φαυλότητος πλῦνον με, καί κοινωνόν φωτισμοῦ, δεῖξον με ἀνεσπέρου.

ᾨδή η΄. Τόν Βασιλέα.

Γενοῦ παμμάκαρ, καταφυγή ἐν ἀνάγκαις, καί βοήθεια ἐν θλίψεσι ποικίλαις, τοῖς ἀνευφημοῦσι, τούς ἱερούς σου πόνους.

κ πολυπλόκων, καί ψυχοφθόρων σκανδάλων, διατήρησον ἀλώβητον τόν βίον, τῶν ὑμνολογούντων, τούς ἱερούς σου πόνους.

ῶσιν σωμάτων, καί τῶν ψυχῶν ἀναβλύζει, ὁ πολύολβος καί ἱερός σου τάφος, καί ἐνθάπτει Πάτερ, παθῶν ἐπαναστάσεις.

Θεοτοκίον.
Αΰλου δόξης, φωτοειδέστατος οἶκος, ἀναδέδειξαι, ὦ Κεχαριτωμένη· ὅθεν κἁμέ ῥῦσαι, τῶν ὑλικῶν φροντίδων.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.

Σταγόσι τῶν σῶν πόνων, ἄρδευσον πλουσίως, τάς ψυχικάς ἡμῶν αὔλακας Ὅσιε, ἵνα ζωήν αἰωνίαν καρποφορήσωμεν.

άτρευσον παμμάκαρ, ἡμῶν τάς διανοίας, τραυματισθείσας ἀπάτῃ τοῦ ὄφεως, καί πρὀς ἀνάβασιν θείαν ἡμᾶς ἱκάνωσον.

Μεγίστης εὐκληρίας, λαμπρῶς ἠξιωμένος, τῆς τῶν παθῶν δυστυχίας ἐκλύτρωσαι, τούς ἀδιστάκτῳ καρδίᾳ σέ μεγαλύνοντας.

Οὐδόλως ἀνανεύων, τῆς σχέσεως τοῦ πλάνου, τήν πατρικήν σου αἰτοῦμαι βοήθειαν, τήν πόρωσίν μου, θεόφρον, λῦσον καί σῶσον με.

Θεοτοκίον.
πέρτερον τόν νοῦν μου, παθῶν αἰχμαλωσίας, τῇ κραταιᾷ Σου δυνάμει ἀνάδειξον, ἡ τῶν βροτῶν ἀνακαίνισις Παναμώμητε.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Μεγαλυνάρια.
Χαίροις μοναζόντων θεία κρηπίς· χαίροις τῶν Ὁσίων, τῶν ἐν Ἄθῳ ἡ κορωνίς· χαῖροις καί τῆς Λαύρας, ὁ κτίτωρ καί ὁ φύλαξ, καί πάντων ὁ προστάτης, ὦ Ἀθανάσιε.

Πάτερ Ἀθανάσιε πρεσβευτά, ἐπάκουσον πάντων, ὑπηκόων καί ὑμνητῶν, σῶν θαυμάτων πλήθους, καί πάντων παλαισμάτων, ὧν ᾖρας κατά πάντων, τῶν πολεμίων σου.

φθης τῶν Ὁσίων ὑφηγητής, καί τῶν ἐν τῷ Ἄθῳ, ποδηγέτης καί ἀπαρχή· ὅθεν σοί βοῶμεν· ὁδήγησον ὑψόθεν, πρός τρίβον σωτηρίας, ἡμᾶς μακάριε.

Χαίροις ἐγκρατείας σκεύος λαμπρόν, καί ἡσυχαζόντων, ἀντιλήπτωρ καί βοηθός· χαίροις τῶν ποιμένων, ἡ θεία νομοστάθμη, καί τῶν σῶν τέκνων φύλαξ καί καταφύγιον.

Χάριν κεκτημένος παρά Θεοῦ, δαίμονας διώκειν, καί ἰᾶσθαι πάθη δεινά, θεράπευσον Πάτερ, ἡμῶν τάς ἀσθενείας, καί ῥῦσαι σοφισμάτων, τοῦ πολεμήτορος.

Τῆς ἀναθασίας τάς ἀστραπάς, παρά τοῦ Κυρίου, θεοφόρε ἀπολαβών, ψυχικοῦ θανάτου, καί πολυτρόπων νόσων, ἐκλύτρωσαι τούς πίστει ὑμνολογοῦντας σε.

Τοῦ τοῦ Ὄρους Ἄθω Καθηγητάς, Μοναστάς, Μιγάδας, Ἱεράρχας καί Ἀθλητάς, Ὁμολογητάς τε, Ποιμένας καί Ὁσίους, τῶν μοναστῶν τά πλήθη, ὕμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα 
Τροπάρια. 
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων ἀντιλήπτωρ καί φρουρός, καί καταφυγή καί προστάτης, καί θεῖος ἔφορος, πέλεις Ἀθανάσιε, τῶν ἀφορώντων σοι· διά τοῦτο βοῶμέν σοι· ἐκ πάσης ἀνάγκης, καί παθῶν καί θλίψεων καί περιστάσεων, ῥύου τούς πιστῶς σε τιμῶντας, καί ἁμαρτημάτων κηλῖδος, κάθαρον ἡμᾶς ταῖς ἱκεσίαις σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις