Παρακλητικός Κανών εις τους Άγιους Μάρτυρες Κύρικος & Ιουλίττα†Εορτάζουν στις 15 ΙουλίουΕΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ΚυρίουΕἶτα τὸ τροπάριον.Ἦχος δ΄.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡραϊσθέντες εὐκλεῶς Ἀθλοφόροι, κρουνοῖς αἱμάτων τοῦ σεπτοῦ μαρτυρίου, ὑπερφυῶς ἀθλήσαντες δοξάσαντες Χριστόν, Κήρυκε θεόσοφε, καὶ σεμνὴ Ἰουλίττα, τοῦτον ἱκετεύσατε, ἀμορφοῦσαν ψυχήν μου, καθωραΐσαι Μάρτυρες σεπτοί, ὅπως γεραίρω, ὑμᾶς θείοις ᾄσμασι.Δόξα.Ὡς εὐσεβείας ἐραστὰς Ἀθλοφόροι, ὡς Ἐκκλησίας ἀρῤἁγεῖς θεμελίους, ὡς οἰκουμένης πρέσβεας καὶ Μάρτυρας Χριστοῦ, πίστεως ἐρείσματα, ὡς Τριάδος Ἁγίας, παναρίστους κήρυκας, δυσωποῦμεν ἐν πίστει, σαλευομένους πλάνου προσβολαῖς, ὑμῶν ἁγίαις, εὐχαῖς στερεώσατε.Καὶ νῦν. Θεοτοκίον.Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.Ψαλμός ν’ (50).Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.Εἶτα ὁ Κανών.ᾨδὴ α΄.
Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.Περιαντλούμενοι ἀεὶ οἱ τάλανες κύμασι βίου δεινοῖς, σωστικῇ πρεσβείᾳ, ἡμᾶς διασώσατε, σεπτοὶ Μεγαλομάρτυρες, πρὸς γαλήνιον ὅρμον, ἵν’ ἐν γαλήνῃ τῷ πνεύματι, αἴνεσιν Θεῷ ἀναπέμψωμεν.Παῦλος ὡς ἔφησεν ἡμᾶς κατέλαβον λίαν καιροὶ χαλεποί, ὅθεν Ἀθλοφόροι, ἡμᾶς προστατεύοντες, μὴ παύσητε δεόμεθα, καὶ γὰρ ἄνευ τῆς θείας, ὑμῶν προνοίας μακάριοι, πάντες ἀληθῶς ἀπολλύμεθα.Τὴν ἀθλιότητα ὁρῶν ἣν κέκτημαι οἴμοι ὁ τάλας ἐγώ, πώρωσιν καρδίας, νοός τε τὴν ζόφωσιν, στενάζω ὀδυρόμενος, τῆς ἀθλίας ψυχῆς μου, ὁλοσχερῆ τὴν ἀπώλειαν, ῥύσατέ με ὅθεν προστάται μου.Θεοτοκίον.Ἄλλην οὐ κέκτημαι θερμὴν βοήθειαν εἰ μὴ Σὲ Κόρη ἁγνή, ὅθεν με νοσοῦντα, καὶ κατατρυχόμενον, παντοίοις ἀῤῥωστήμασι, τὴν ὑγείαν παράσχου, ὡς τετοκυῖα τὸν σύμπαντα, κόσμον ὑγιώσαντα χάριτι.ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.Οὐρανοὺς ὑπερβάντες πανευκλεεῖς Μάρτυρες, καὶ τῷ φιλανθρώπῳ Δεσπότῃ ὡς ἐντυγχάνοντες, ἡμᾶς τοὺς κάτω ἀεί, ἐκνενευκότας ἑλκύσαι, ἄνω ἱκετεύσατε, ὦ μεγαλώνυμοι.Χαλεπῶς ἀῤῥωστοῦντα ψυχῇ καὶ σώματι Μάρτυρες, καὶ ἐξαπορούμενον πάσης ἐλπίδος Ἅγιοι, ἰάσατέ με ὑμῶν, τῶν πρεσβειῶν τῷ φαρμάκῳ, ὅπως μέλπω πάντοτε, ὑμᾶς σωζόμενος.Παῤῥησίαν ὡς σχόντες μεγίστην νῦν Μάρτυρες, πρὸς Χριστὸν Ὃν μέσῳ σταδίου ἀνεκηρύξατε, πικροῦ θανάτου ἡμᾶς, καὶ τυραννίδος τοῦ ᾅδου, ῥῦσαι ἱκετεύσατε, ὦ μεγαλώνυμοι.Θεοτοκίον.Ἐν ἡμέρα δίκης Σὺ βοηθὸς φάνηθι, πεπλημμεληκότος ἀφρόνως ἄχραντε Δέσποινα, καθικετεύουσα, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην, πάντα παραβλέψαι μου, τὰ ἀνομήματα.Διάσωσον, ἀπὸ κινδύνων Σοὺς δούλους δυὰς ἁγία, ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ζωῆς ἡμῶν ὡς θεῖοι, καὶ συμπαθεῖς προστάται.Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.Αἴτησις και το Κάθισμα.Ἦχος β΄. Πρεσβεία θερμή.Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχεις ἡμῖν τοῖς πίστει προσιοῦσί σοι, ὦ δυὰς πανεύφημε, Ἀθλοφόρε Κήρυκε πάνσοφε, καὶ Ἰουλίττα Μάρτυρες Χριστοῦ, γοργῶς οἱ ἀείποτε ἡμᾶς προφθάνοντες.ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.Τῇ τοῦ Χριστοῦ θείᾳ ἀγάπῃ πυρούμενοι Ἀθλοφόροι, αἰκισμοὺς ἠνέγκατε, καρτερικῶς, χαίροντες σοφοί, καὶ ἡμᾶς τῇ θείᾳ αὐτοῦ ἀγάπῃ δεόμεθα, στηρίξατε ἵν’ ὅπως ἐν εἰρήνῃ τὸν βίον, διελθόντες αὐτῷ συναφθείημεν.Δόξα Θεῷ τῷ φιλανθρώπῳ τοὺς Μάρτυρας τοῖς ἀνθρώποις πρέσβεις ἀναδείξαντι, ἁμαρτιῶν πρὸς ἐξιλασμόν, ἐξ ὧνπερ τοὺς θείους νῦν καὶ ἡμεῖς οἱ ἀνάξιοι, πλουτοῦμεν Ἰουλίτταν, σὺν θείῳ τῷ Κηρύκῳ, τοὺς ὡς ὄντως ἐνθέρμους καὶ ἔμφρονας.Δόξα Θεῷ τῷ φιλευσπλάγχνως δωρήσαντι, ψυχῶν θείους ἰατροὺς καθαίροντας, ἕλκη δυσώδη τῶν ἁμαρτιῶν, ἐν οἷς καὶ οἱ θεῖοι, καὶ συμπαθεῖς ἡμῶν πέλουσι, μεσῖται καὶ προστάται, Κήρυκος σὺν τῇ θείᾳ Ἰουλίττῃ, οὓς νῦν καὶ γεραίρομεν.Θεοτοκίον.Δόξα Θεῷ τῷ διὰ ἔλεος ἄφατον, σαρκωθῆναι, ὅλως εὐδοκήσαντι, ἐκ τῆς ἁγνῆς Κόρης Μαριάμ, γένους τῶν ἀνθρώπων, πρὸς ἐπανάκλησιν ἔνθεον, ἐκ τῆς ἀποστασίας πρὸς τὴν υἱοθεσίαν, ἐν ᾗ πάντες σωζόμεθα χάριτι.ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.Ἵνα τί οὐκ ἀπόσχη, αἰσχρᾶς ἐργασίας ψυχή μου ταλαίπωρε; ἰδοὺ ἡ ἐσχάτη προσεγγίζει ἡμέρα καὶ βάσανος, σὲ δεινὴ προσμένει, ἀλλ’ οὖν ἐγείρου καὶ ἐν πίστει, ἐκκαλοῦ καὶ σωθήσῃ τοὺς Μάρτυρας.Συνειδήσεως ὅλως, ἐλέγχους μὴ φέρων, πικρῶς καταδύρομαι, ἑκὼν γὰρ ὁ τάλας, ἁμαρτάνων οὐ παύομαι Μάρτυρες, ὅθεν μετανοίας ἰσχὺν δωρήσατέ μοι θεῖοι, ἱκεσίαις ὑμῶν πρὸς τὸν Κύριον.Τοῦ βορβόρου τῶν ἔργων, δυὰς ἡ φιλεύσπλαγχνος Μαρτύρων ῥῦσαί με, Κήρυκε σὺν θείᾳ, Ἰουλίττῃ μητρί σου θεόφρονι, καὶ γὰρ παροργίζω τὸν κτίσταντά με ὑπερμέτρως, ὅθεν μέλλω εἰς πῦρ παραπέμπεσθαι.Θεοτοκίον.Γοερὰν ἀναπέμπω, φωνὴν πρὸς Σὲ Μῆτερ Θεοῦ ὁ ταλαίπωρος, κίνδυνοι γὰρ ἅδου με κατέλαβον, ὅθεν ἀπέγνωσμαι, σῶσόν με πρεσβείαις, πρὸς τὸν Υἱόν Σου εὐπροσδέκτοις, τὴν ἐλπίδα ἐνθεῖσά μοι κρείττονα.ᾨδὴ στ΄. Τὴν δέησιν.Ῥερύπωμαι, καὶ δυσώδης γέγονα, πράξας ἄτοπα δεινὰ ὁ παντλήμων, καὶ νῦν τίς οὖν σπλαγχνισθήσεται ἄλλος, καὶ ἐκαθάρῃ με ῥύπου τὸν ἄθλιον; Εἰ μὴ προστάται μου ὑμεῖς, οἱ ζωὴν μου ἀεὶ προστατεύοντες.Σύνες ψυχή, σὴν ἀξίαν πάντολμε, Θεὸς πέπονθε ἑκὼν ὑπὲρ σοῦ γάρ, παῦε οὐκοῦν, ἁμαρτάνουσα παῦε, καὶ ἕως ἔχεις καιρὸν μετανόησον, καὶ μάλιστα ἐφ’ ᾧ καιρῷ, ᾧ καὶ τοὺς Μάρτυρας ἔχεις συλλήπτορας.Τὴν δέησιν, τὴν οἰκτράν μου Μάρτυρες, μὴ παρίδητε θερμῶς ἱκετεύω, ἀλλὰ ψυχῆς μου τὸν πόθον πρεσβείαις, ὑμῶν πληγώσατε κἄν τε ἀνάξιος, τυγχάνω ὅλως ὁ οἰκτρός, σφόδρα ὅμως σωθῆναι ἐπείγομαι.Θεοτοκίον.Βασίλισσα, οἷάπερ παρίστασαι, τοῦ Μεγάλου Βασιλέως τῷ θρόνῳ, βασιλικαῖς οὖν χρωμένη πρεσβείαις, κατὰ παθῶν τῶν ἐχθίστων ἐνίσχυσον, ἡμᾶς τοὺς πόθῳ Σε ἀεί, εὐσεβῶς Θεοτόκον κηρύττοντας.Διάσωσον, ἀπὸ κινδύνων Σοὺς δούλους δυὰς ἁγία, ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ζωῆς ἡμῶν ὡς θεῖοι, καὶ συμπαθεῖς προστάται.Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.Αἴτησις και ευθύς το Κοντάκιον.Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.Ἀλγηδόνας ὑπὲρ τοῦ Χριστοῦ ὑπεμείνατε, φρικτὰς ὄντως καὶ μελῶν ὑμῶν θρίψιν πάνσοφοι, τὰ ὡς ὄντως ἀγαθὰ ἀποσκοποῦντες σαφῶς, διὰ τοῦτο καὶ ἐν οὐρανοῖς, συνδοξαζόμενοι Αὐτῷ, αἰωνίως ἀγάλλεσθε, τάχος οὖν εἰς πρεσβείαν, νῦν σπεύσατε Ἀθλοφόροι, ὑπὲρ ἡμῶν τῶν ἐν δεινοῖς, ὄντων ὦ Μεγαλομάρτυρες.ΠροκείμενονΘαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόλυται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτίσασθαι τὰς ψυχὰς ἡμῶν.Δόξα.Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.Καὶ νῦν.Ταῖς τῆς Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…Προσόμοιον.Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.Σῶμα νοσηρώτατον, ψυχὴν δεινῶς ἁμαρτῶσαν, κέκτημαι ὁ ἄθλιος, ὅθεν θεῖοι Μάρτυρες σφόδρα φθείρομαι, κατατρυχόμενος, ἐξ ἀμφοτερώθεν, ὅθεν θέαμα οἰκτρώτατον, κεῖμαι ὁ δύστηνος, σπεύσατε ἐμὲ οὖν ἰάσασθαι, εὐχαῖς ὑμῶν μακάριοι, ταῖς πανευπροσδέκτοις πρὸς Κύριον, ἵνα μεγαλύνω, σωζόμενος ὑμᾶς ὦ Ἀθληταί, καὶ Βασιλείας τῆς ἄνωθεν, καταξιωθήσομαι.ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.Γνώμης ἐμῆς ἐκδυσωπῶ σε, τὸ ἀκόλαστον εἰς σωφροσύνην τρέψον, σαῖς λιταῖς ἵν’ ὅπως, ἁγνότητι καρδίας, Χριστόν μου ἀνυμνολογῶ, Ἀθλητὰς εἰς τοὺς αἰῶνας.Μάρτυς θεόφρον Ἰουλίττα, διασκέδασον τὸ σκότος τοῦ νοός μου, πρὸς Θεὸν εὐχαῖς σου ἵνα ψάλλω, φωτιστικῶς Κυρίῳ μου, Χριστομάρτυς εἰς αἰῶνας.Οἴμοι ψυχὴ φιλαμαρτήμων, πῶς στησόμεθα ἡμέρᾳ τῇ τῆς δίκης; ῥυπαροὶ καὶ ᾄδειν ὡς δεῖ μὴ ἐγνωκότες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Θεοτοκίον.Πτῶσιν τὴν σὴν θρηνεῖ ἡ κτίσις, ψυχὴ πάντολμε ἀλλ’ ἔγειρε δραμοῦσα, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ μόνῃ Θεοτόκῳ, τῇ δυναμένῃ σώζειν σε, εὐχερῶς εἰς τοὺς αἰῶνας.ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.Ἀδελφοὶ οἱ βουλόμενοι σωθῆναι, θείοις Μάρτυσι νῦν προσπέσωμεν αἰτοῦντες, τὴν τῆς ψυχῆς ὑγείαν καὶ τοῦ σώματος, πίστει τε καὶ πόθῳ, Κύριον ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας.Ἱκεσίαις ὑμῶν πρὸς τὸν Δεσπότην, Ἰουλίττα σεμνὴ καὶ Κήρυκε θεόφρον, παθῶν ἡμῶν ἐσμὸν διασκεδάσατε, τῆς ἐπουρανίου, θείας Βασιλείας, ἡμᾶς καταξιοῦντες.Διὰ Σὲ ἐκχυθέντος τοῦ τιμίου, θείου αἵματος Μαρτύρων πανοικτίρμων, γενοῦ ἡμῖν τοῖς δούλοις Σου νῦν ἵλεως, Χριστὲ δυσωποῦμεν, Σοῦ τὴν Βασιλείαν, χαρίζων εἰς αἰῶνας.Θεοτοκίον.Τοῦ Θεοῦ τὴν Μητέρα εὐλογοῦντες, οἱ πιστοὶ ἐκ ψυχῆς παυσώμεθα μηδόλως, καὶ γὰρ αὐτή, ἀγαθωσύνης πέλαγος, πᾶσιν ἀνεδείχθη, γένει τῶν ἀνθρώπων, εἰς πάντας τοὺς αἰῶνας.ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.Ψυχῆς μου σωφροσύνης ἐπιμελοῦ, καὶ γὰρ αὕτη κατὰ Χρυσοῤῥήμονα, κατ’ ἐξοχήν, εἴρηται καὶ πέλει ἁγιασμός, διὸ ὁ σώφρων πώποτε, πλημμελεῖ καὶ μάλιστα ἐν ᾧ καιρῷ, κέκτηται προστασίαν θείαν τινὰ καθώσπερ, σὺ τοὺς σεπτοὺς Κυρίου Μάρτυρας.Δικαίως καταβρῶξαί με ἐκζητεῖ, φρυαττόμενος κατεναντίον μου, ὁ πονηρός, θέλημα γὰρ πράξας τὸ ἑαυτοῦ, ἀλλ’ ὅμως τῇ μεγίστῃ σου, Μάρτυς συμπαθείᾳ τῇ πρὸς ἐμέ, αὐτοῦ ἐκ τῶν παγίδων, σοφὲ λύτρωσαι τάχος, θεόφρον τὸν συνωνυμοῦντά σοι.Προσπίπτοντά με δέξαι μακαριστή, Ἰουλίττα ἐμὲ τὸν πανάθλιον, σὲ δυσωπῶ, Μάρτυρος Κηρύκου τοῦ σοῦ υἱοῦ, οἰκτρότατον συνώνυμον, καὶ ἐκ περιστάσεων χαλεπῶν, διάσωσον ὡς σχοῦσα, Κυρίῳ παῤῥησίαν, ὑπὲρ Αὐτοῦ ὡς ἐναθλήσασα.Θεοτοκίον.Ὡραία ἡ εἰκὼν καὶ περικαλλής, Σοῦ ὑπάρχει Παρθένε Μητρόθεε, χάριν τὴν Σήν, ἐν αὐτῇ ἐξέχεα δαψιλῶς, ὅθεν ὦ θυμηδία μου, παράκλησις ψυχῆς μου ἀντιβολῶ, τρυφᾶν ἀξίωσόν με, αὐτῆς τῇ θεωρίᾳ ἀεί, καὶ βράβευσον Σὸν ἔλεος.Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.Καὶ τὰ παρόντα Μεγαλυνάρια,Πρότερον πληρώσαντες τὴν ᾠδήν, τῶν Χριστοῦ Μαρτύρων ἐξαιτούμενοι τῶν ψυχῶν, ἡμῶν τὸ συμφέρον, νῦν δεῦτε τούτους πόθῳ, πιστοὶ ἐνθέοις ᾄσμασι μεγαλύνωμεν.Χαίρετε πανένδοξοι Ἀθληταί, Μάρτυρες Κυρίου, εὐσεβείας οἱ ἐρασταί, πίστεως ἁγίας, οἱ κήρυκες καὶ θεῖοι, ὁπλῖται καθελόντες, τὸν μέγα δράκοντα.Χαίρετε Μαρτύρων ἡ καλλονή, στύλοι Ἐκκλησίας, οἱ ἀστέρες οἱ φαεινοί, οἱ τὴν οἰκουμένην, αὐγάζοντες τῇ αἴγλῃ, αἱμάτων μαρτυρίου, ὦ τρισμακάριστοι.Χαίρετε ὡς ὄντως μακαριστοί, οὐρανοὺς ἐνδόξως, οἱ πολεύοντες Ἀθληταί, οἱ περὶ τὸν θρόνον, Παντάνακτος Κυρίου, σὺν πᾶσι τοῖς Ἁγίοις περιχορεύοντες.Χαῖρε τῶν Μαρτύρων ἡ ξυνωρίς, χαῖρε Ἰουλίττα, σὺν Κηρύκῳ τῷ σῷ υἱῷ, χαίρετε τοῦ κόσμου, φαιδροὶ ζωολαμπτῆρες, καὶ πλάνης καθαιρέται, Μεγαλομάρτυρες.Κήρυκον συνάμα τούτου μητρί, Ἰουλίττῃ θείᾳ μεγαλύνωμεν οἱ πιστοί, ὡς παρισταμένους, ὑπὲρ παντὸς τοῦ κόσμου, ἐνθέρμως τῇ Τριάδι, τοὺς θεοκήρυκας.Πάντων ὑπερεύχεσθε Ἀθληταί, σωτηρίας ὅπως, ἐπιτύχωμεν ἐν Χριστῷ, ᾧ ἀνήκει δόξα, τιμὴ μεγαλωσύνη, καὶ ὕμνος ἐξ ἁπάσης σαφῶς τῆς κτίσεως.Αἰνοῦμεν εὐλογοῦμεν Μῆτερ ἁγνή, καὶ Σὲ προσκυνοῦμεν, καὶ δοξάζομεν οἱ πιστοί, καὶ δοξολογοῦμεν, καὶ Σὲ εὐχαριστοῦμεν, διὰ τὴν πρὸς ἡμᾶς Σου, μεγίστην πρόνοιαν.Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.Τὸ Τρισάγιον.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.Δόξα Πατρί…Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.Δόξα.Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.Καί νῦν.Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆςἮχος β’. Ὅτε ἐκ τοῦ ξύλου.Ὅτε, ἐν σταδίῳ τὸν Χριστόν, Μάρτυρες ἀνδρείως ἀθλοῦντες, ὁμολογήσατε, Ἄγγελοι ἐθαύμασαν, τῆς καρτερίας ὑμῶν, τὸ στεῤῥόν τε καὶ ἔμψυχον, ὑμνοῦντες τὸν Κτίστην, τὸν οἷα τελέσαντα ἐν τοῖς βροτοῖς θαυμαστά, τοῦτον οὖν ἀεὶ δυσωπεῖτε, ὑπὲρ τῶν ἐν πίστει καὶ πόθῳ, νῦν παρακαλούντων ὑμᾶς Ἅγιοι.Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.’Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου