πηγή:εδώ
Ἅγιος Νεκτάριος
Ὦ Θεία Ἀγάπη
Ὦ Θεία Ἀγάπη, ἐλθέ, ἱκετεύω,
ἐξ ὅλης ψυχῆς μου καὶ μέσης καρδίας,
καὶ σκήνωμα θεῖον, Χριστέ, ποίησόν με
καὶ πάσης κηλῖδος, ὦ καθάρισόν με.
Ὦ Θεία Ἀγάπη, ἀγάπης ἐνθέου
τὴν Σὲ ἐκζητοῦσαν ψυχὴν ἔμπλησόν μου
καὶ ἔρωτα θεῖον, Ὦ Θεία Ἀγάπη,
θερμῶς ἱκετεύω, τῷ δούλῳ Σου δός μοι.
Ὦ Θεία Ἀγάπη, τὴν Σὴν ἱκετεύω,
ἀγάπην παράσχου τοῖς Σὲ ἐκζητοῦσι·
Ἡ γὰρ Σὴ ἀγάπη τὸ πλήρωμά ἐστι
τοῦ Θείου Σου Νόμου, Ἀγάπη γλυκεῖα.
Ὦ Θεία Ἀγάπη, ἡ μόνη πληροῦσα
τὸν σύμπαντα κόσμον καὶ ἡ συντηροῦσα,
Σὺ πέλεις ὁ νόμος τῶν ἐπουρανίων,
Σὺ πέλεις ὁ νόμος καὶ τῶν ἐπιγείων.
Ἡ Σὴ Βασιλεία ἐστὶν ἡ ἀγάπη,
ἐν ᾗ βασιλεύει χαρὰ καὶ εἰρήνη,
ἐν ᾗ βασιλεύει ἡ μακαριότης,
ὁ ἔρως τοῦ Θείου καὶ ἡ εὐφροσύνη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου