Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας.
Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.
Τετράδι ψαλῶᾨδὴ γ'Ἦχος β'Ὁ Εἱρμὸς«Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».Ἐν κενοῖς τὸ συνέδριον τοῦ Ἡρῴδου, καὶ γνώμῃ συναθροίζεται μιαιφόνῳ, τικτόμενον τὸν Κύριον ἀποκτεῖναι, ᾧ πάντες ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, σκέπτεται θεομάχου ψυχῆς ὑπάρχον, νηπίοις τὸν Δεσπότην συναποκτεῖναι, Χριστὸν ᾧ ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.ᾨδὴ η'Ἦχος β'Ὁ Εἱρμὸς«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ· ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, Βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀποκενοῦντες, ὡς μύρα τὰ δάκρυα, τῷ δι' ἡμᾶς Χριστῷ τικτομένῳ σαρκί, σαρκὸς τὰς κηλῖδας καθαρίσωμεν, τῷ ἀχράντῳ καθαρῶς προσιόντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Δάκρυσιν οἴκτου, τὰ δάκρυα φύγωμεν, ἁμαρτωλοὶ κολάσεως, τῆς μελλούσης φρικτῆς, Χριστοῦ τῶν ἰχνῶν ἐπιλαβόμενοι, τεθειμένου ἐν σπαργάνοις ὡς βρέφος, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἱερουργεῖσθαι τὸ λύτρον γινώσκοντες, ἐκ τῶν ἰδίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς Χριστῷ, διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθέντες πιστοὶ προσέλθωμεν, σαρκὶ τικτομένῳ, βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ᾨδὴ θ'Ἦχος β'Ὁ Εἱρμὸς«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».Ἀγνώμων μηδείς, μὴ πονηρὸς ζηλότυπος, ἔστω τῶν φερόντων νῦν, δῶρα Θεῷ δεκτά, ἀντὶ σμύρνης καὶ χρυσοῦ καὶ λιβάνου, ἀρετῶν τὸν σμυρνισμόν, ψαλλόντων σε Χριστῷ τικτομένῳ, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.Λέγει πωρωθείς, Ἡρῴδης Μάγοις ἔμφροσιν. Ἄπιτε ζητήσατε, τὸν γεννηθέντα νῦν Βασιλέα, καὶ εὑρόντες μηνύσατέ μοι, μελετήσας ὁ δεινός, τὸν φόνον μιαιφόνῳ καρδίᾳ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Ὢ πηρωτικῆς, μιαιφονίας τόλμημα! λήθης ὅθεν ἔτυχες· ὅτι Θεὸν οὐδείς, ὑποχείριον ἀναιρεῖ λαμβάνων· ὑπερζέσας γὰρ θυμῷ, ὠμῶς τὰ βρέφη σφάττεις Ἡρῴδη. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου