21 Δεκεμβρίου
ΠΡΟΕΟΡΤΙΟΣ ΚΑΝΟΝΑΣ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ
Ὁ Κανὼν ὁ προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον. Ἰωσήφ.
Ἦχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον, ᾄσω μελῴδημα».Ἀγάλλου οὐρανέ, καὶ ἡ γῆ εὐφραινέσθω· ὁ Θεὸς γὰρ μεθ' ἡμῶν, γενόμενος σαρκί, ἐκ Παρθένου νεάνιδος, τίκτεται καὶ σπαργανοῦται, τὰς σειρὰς διαλύει δέ, τῶν ἐμῶν ἐγκλημάτων ὡς εὔσπλαγχνος.Βασίλισσα ἁγνή, Βασιλέα τῶν ὅλων, ἀποτίκτει ὑπὲρ νοῦν, τὸν ἄνω τοῖς πιστοῖς, βασιλείαν ἀνοίγοντα, καὶ τὴν ἐν ἡμῖν ἀθλίως, βασιλεύουσαν πάντοτε, ἁμαρτίαν τελείως ἐξαίροντα.Γραφαὶ προφητικαί, περαιοῦνται· Ἰδοὺ γάρ, ὃν προήγγειλαν Χριστόν, ἐν πόλει Βηθλεέμ, φανεροῦται σαρκούμενος· τούτου νῦν προεορτάσαι, τα Γενέθλια σπεύσωμεν, διανοίας εὐθύτητι σήμερον.Κανών α', ᾨδὴ γ', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν, Ἅγιος εἶ Κύριε».Δανιὴλ ἐξ ὄρους σε, παρθενικοῦ λίθον Λόγε, ἀποτμηθέντα βλέπει, ἐκλεπτύνοντα βωμούς, εἰδωλικοὺς τῷ κράτει σου· διὰ τοῦτο φόβῳ σε δοξάζομεν.Ἐξ Ἑῴας Μάγοι σε, τῷ Βασιλεῖ τῶν ἁπάντων, ὁδηγηθέντες ἄστρῳ, δῶρα προσάγουσι Χριστέ, σμύρναν χρυσὸν καὶ λίβανον, ἐκπλαγέντες τὴν σὴν συγκατάβασιν.Ζωηφόρον ἄσταχυν, χώρα ἀνήροτος φέρει, ἀποτεκεῖν ἐν πόλει, τῆς Βηθλεὲμ ἡ Μαριάμ, πάντων ψυχὰς ἐκτρέφοντα, τῶν βοώντων· Ἅγιος εἶ Κύριε.
Κάθισμα ΠροεόρτιονἮχος γ'Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕΧαρᾶς ἐμπλήσθητε, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, τεκεῖν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνεκφράστου! ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν προεόρτιον.
Δόξα... Τῆς Ἁγίας
Ἦχος δ'Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕΠεποικιλμένη ἀρεταῖς θεοσδότοις, διηνθισμένη τῷ σεπτῷ μαρτυρίῳ, ὅλη καλὴ καὶ ἄμωμος ὡράθης σεμνή· ὅθεν σου ὁ Κύριος, νῦν ἠράσθη τοῦ κάλλους, καὶ πρὸς φωτεινότατον, σὲ νυμφῶνα εἰσῆξεν, ἐν ᾧ χορεύεις, Ἰουλιανή, μετὰ Μαρτύρων Χριστὸν μεγαλύνουσα.
Καὶ νῦν ... Προεόρτιον
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕΠαρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, Μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον φθορᾶς.
Κανών α', ᾨδὴ δ', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Ἡ ἁγία μυροθήκη, τοῦ σεπτοῦ ἁγιάσματος, Βηθλεὲμ ἐν πόλει, τοῦτο ἐκκενῶσαι προέρχεται, ἁγιασμὸν ἡμῖν πᾶσι παρεχόμενον, τοῖς κραυγάζουσι· Δόξα Χριστὲ τῇ δυνάμει σου.Θεηγόρε Ἡσαΐα, τὰ σεπτά σου κηρύγματα, γεγονότα βλέπων, πράγματα ἀγάλλου καὶ χόρευε· ἡ γὰρ Παρθένος ἀσπόρως ἀπεκύησεν, ἐν Σπηλαίῳ σαρκί, Βηθλεὲμ τὸν ἀχώρητον.Ἰησοῦς σαρκὶ γεννᾶται, καὶ ἐν χρόνῳ ὁ Ἄχρονος, καθορᾶται βρέφος, λύων μου τὰ χρόνια πταίσματα, καὶ τῇ ἀφάτῳ πτωχείᾳ πλουτίζει με, τὸν πτωχεύσαντα, φθοροποιαῖς παραβάσεσι.
Κανών α', ᾨδὴ ε', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε μονογενές, Πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε».Κόρης ἀποτίκτεται, Θεὸς Ἐμμανουήλ, καὶ ἐν φάτνῃ ἀνακλιθείς, τὴν ἡμῶν ἀνάκλησιν, θέλων ἐργάζεται· τούτου τὰ Γενέθλια, εὐσεβῶς προεορτάσωμεν.Λόγος ὢν προάναρχος, Πατρὸς καὶ συμφυής, ἐπὶ φάτνης ἀνακλιθείς, τῶν ἀλόγων ἔλυσας, τῆς ἀλογίας ἡμᾶς, τοὺς προεορτάζοντας, εὐσεβῶς τὰ σὰ Γενέθλια.Μακαρία πέφυκεν, ἡ ῥίζα Ἰεσσαί, ἐκβλαστήσασα τὴν ἁγνήν, ἄνθος θεῖον φέρουσαν, Χριστὸν τὸν Κύριον, οὗ προερτάσωμεν, τὰ Γενέθλια γηθόμενοι.
Κανών α', ᾨδὴ ς', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».Νέον ἐπὶ γῆς ἡμῖν Παιδίον, τεχθεὶς ὁ πρὸ αἰώνων, ἐκ Πατρὸς ἀρρήτως ἀναλάμψας, τῆς παλαιᾶς, πάντας ἠλευθέρωσε, παραβάσεως ὡς εὔσπλαγχνος.Ξένα καὶ παράδοξα ἠκούσθη, ἐν Βηθλεὲμ τῇ πόλει, γεννηθέντος σου ἄναρχε Λόγε· Ποιμένες γάρ, μετ' Ἀγγέλων ὕμνον σοι, ὡς Δεσπότῃ προσεκόμιζον.Ὁ ἀστὴρ τὸν τῆς δικαιοσύνης, καταμηνύει Μάγοις, ἀπορρήτως Ἥλιον τεχθέντα, οὗ τὰ σεπτά, νῦν προεορτάσωμεν, ἀγαλλόμενοι Γενέθλια.
Κοντάκιον ΠροεόρτιονἮχος β'Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕἘν τῇ Βηθλεέμ, ὁρῶντες σπαργανούμενον, τὸν πᾶσαν τὴν γῆν, κρατοῦντα τῇ χειρὶ αὐτοῦ, προεόρτια ᾄσματα, τῇ Τεκούσῃ τοῦτον προσενέγκωμεν· μητρικῶς γὰρ εὐφραίνεται, κρατοῦσα ἐν κόλποις τὸν Υἱὸν τοῦ Θεοῦ.
Ὁ ΟἶκοςΤὸν τοῦ Θεοῦ Υἱὸν ἡ Παρθένος ἐν ἀγκάλαις κρατοῦσα, καὶ μητρικοῖς ἀσπασμοῖς καταφιλοῦσα ἐφθέγγετο· Σπορὰν οὐκ ἔγνων ἐν τῇ συλλήψει, καὶ φθορὰν οὐχ ὑπέστην ἐν τῇ γεννήσει, ἀλλ' ἁγνὴ ὥσπερ πρώην εἰμὶ καὶ μετὰ γέννησιν· διό σου προσκυνῶ Τέκνον τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ ἄφατον μεγαλουργίαν, ἣν ἔδειξας εἰς ἐμέ· ὅθεν καὶ ἀγάλλομαι, κρατοῦσα ἐν κόλποις τὸν Υἱὸν τοῦ Θεοῦ.Σ Υ Ν Α Ξ Α Ρ Ι Ο ΝΤῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας μάρτυρος Ἰουλιανῆς.ΣτίχοιἸουλιανῆς ἀγλάϊσμα τὸ ξίφος,Ὡς προξενῆσαν ἀγλαὸν ταύτῃ στέφος.Ἔκτανον εἰκάδι πρώτῃ Ἰουλιανὴν ἐρατεινήν.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς Ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.ΣτίχοιΠεντακοσίους εἶδεν ἐκτετμημένους,Ἡ Νικομήδους Μάρτυρας νικηφόρους.Τῇ αὐτῇ ἡμέρᾳ, Αἱ Ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.ΣτίχοιΣὺν πενταπλῇ προὔτεινεν εἰκάδι ξίφει,Τριπλῇ γυναικῶν μαρτύρων δεκὰς κάρας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους.ΣτίχοιΤὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις,Ὥς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.Κανών α', ᾨδὴ ζ', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Πῶς σε Σπήλαιον χωρήσει, ἐρχόμενον δι' ἡμᾶς, τεχθῆναι Ἀχώρητε; πῶς σε γαλουχήσει Παρθένος, τροφέα πάντων εὔσπλαγχνε, Ἰησοῦ χρηματίζοντα;Ῥήμασιν ἀκολουθοῦντες, τοῦ Μάντεως Βαλαάμ, Μάγοι ἐπισπεύδουσι, Χριστὸν προσκυνῆσαι σὺν δώροις, ἐπεγνωκότες τοῦτον, πάσης πνοῆς βασιλεύοντα.Στειρεύουσα τῶν ἀνθρώπων, φύσις πάσης ἀρετῆς, ἀγάλλου καὶ χόρευε· ἥκει γὰρ Χριστὸς ἐκ Παρθένου, σαρκὶ τεχθῆναι, ὅπως δείξῃ καλοῖς εὐτεκνοῦσάν σε.
Κανών α', ᾨδὴ η', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».Τὸν πολλαῖς με Χριστὲ παραβάσεσι, τῶν ληστῶν χρηματίσαντα σπήλαιον, δι' εὐσπλαγχνίαν ἄφατον, διασῴζων τεχθῆναι, ἐν τῷ Σπηλαίῳ, ἐκ Παρθένου Ἁγνῆς κατηξίωσας.Ὑπογράφων τελείαν μοι ἄφεσιν, ἀπεγράφης τῷ Καίσαρος δόγματι, ὁ Ποιητὴς τῆς κτίσεως, σὺν τοῖς δούλοις, ὑμνῶ σου τῆς εὐσπλαγχνίας, τὸ ἀμέτρητον ἔλεος Δέσποτα.Φωτεινὸν τοῦ Δεσπότου Παλάτιον, πῶς ὑπῆλθες σμικρότατον Σπήλαιον, τὸν Βασιλέα Κύριον, δι ἡμᾶς σαρκωθέντα, ἀποκυῆσαι, Παναγία Παρθένε Θεόνυμφε;
Κανών α', ᾨδὴ θ', ὁ προεόρτιοςἮχος δ'Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Χορεύσωμεν ἅπαντες πιστοί, σκιρτήσωμεν, καὶ συμφώνως ἀλαλάξωμεν, ἥκει ἡ πάντων σωτηρία, ἐγγίζει τοῦ τεχθῆναι ὁ Κύριος, καὶ σῶσαι τοὺς αὐτοῦ τὰ Γενέθλια, εὐσεβοφρόνως ἑορτάζοντας.Ψαλτήριον ἅγιε Δαυῒδ ἀνάλαβε, καὶ κιθάραν καὶ μελῴδησον· Τοῦ Ἐφραθᾶ οἶκος εὐφραίνου· Πατὴρ γὰρ ἐκ γαστρὸς ὃν ἐγέννησεν, ἐν σοὶ περιφανῶς ἀποτίκτεται, ἐκ τῆς Παρθένου σωματούμενος.
ΘεοτοκίονὩς ὄμβρος, ὡς μέγας ὑετὸς ἐν τῇ μήτρᾳ σου, ὁ Δεσπότης καταβέβηκε, καὶ αὐχμηρίᾳ ἀθεΐας, τὴν γῆν κεχερσωμένην κατήρδευσε, καὶ πλάνης τὰς θαλάσσας ἐξήρανε, Θεογεννῆτορ Μητροπάρθενε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου