Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ.
Ἐν δὲ τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.
Προσάββατόν τεᾨδὴ ε'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα. Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, σῶμα καὶ ψυχήν, Βηθλεὲμ πρὸς τὴν πόλιν ἀνέλθωμεν, τὸν Δεσπότην τικτόμενον ὀψόμενοι.Ὁρᾶτε φίλοι, μάτην μὴ θροεῖσθε· ὁ γὰρ ἄφρων Ἡρῴδης, θρασύνεται τὸν Κτίστην, κτεῖναι τεχθέντα· ἀλλ' αὐτὸς ὡς ζωῆς καὶ θανάτου κρατῶν, ζῇ καὶ σῴζει, τὸν κόσμον ὡς φιλάνθρωπος.ᾨδὴ η'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν· κατὰ Χριστοῦ δὲ φρυαττόμενος, Ἡρῴδης θρασύνεται, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα Κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας».Ἀπὸ βλεφάρων ῥαθυμίας, ὕπνον πάντα πιστοὶ τινάξωμεν· ἐν προσευχῇ δὲ γρηγορῶμεν, πειρασμοὺς ἀποτρέποντες τοὺς ἐκ τοῦ πονηροῦ, καὶ σὺν Ποιμέσι, θεαταὶ τῆς δόξης δειχθῶμεν, Χριστοῦ τεχθέντος· ὃν ὑμνεῖ δοξάζουσα πᾶσα ἡ κτίσις.Βέβηλον ἔπος ἐκ χειλέων, προϊέναι πιστοὶ κωλύσωμεν, λόγους εὐφήμους μελετήσαντες·Χριστῷ δὲ προσάξωμεν, τῷ λύσαντι ἡμᾶς τῆς ἀλογίας, ἐν ἀλόγοις κειμένῳ φάτνῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Βάθος σοφίας, καὶ τῆς γνώσεως τοῦ Κτίστου, τὶς ἐρευνήσει βροτῶν; Θεοῦ κριμάτων τὶς τὴν ἄβυσσον, σοφὸς καταλήψεται; δι' ὧν τοὺς οὐρανοὺς κλίνας, τοῖς βροτοῖς σαρκοφόρος συνανεστράφη· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Ἀπαγορεύειν σαρκικῶν παθῶν, καὶ κόσμου τερπνῶν σπουδάσωμεν, πνευματικῶν δὲ ἀντισχώμεθα, φροντίδων θεόφρονες, ἀξίους ἑαυτοὺς τῷ τικτομένῳ, παριστῶντες ἐξ ἔργων Δεσπότῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.ᾨδὴ θ'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν».Ὀλέθριον δόγμα τοῦ δυσμενοῦς, συνταραττομένου, τῇ Γεννήσει τοῦ Ἰησοῦ, Νηπίων ἀκάκων, ἀπειργάσατο φόνον, ἡμεῖς δὲ τὸν τεχθέντα, πιστοὶ τιμήσωμεν.Νόμους τοὺς τῆς φύσεως ἀδικῶν, καὶ θεσμοὺς τοὺς θείους, ἀθετῶν Ἡρῴδης δεινός, μητέρας ἀνόμως, ἠτέκνωσε καὶ βρέφη, ἀνεῖλεν ἀναιτίως, διὰ τὴν πάντων Ζωήν.Τοῖς ἔθνεσιν ἤνοικται τῆς Ἐδέμ, πύλη τικτομένου, ἐν Σπηλαίῳ τοῦ Λυτρωτοῦ· πηγή τε διψῶσιν, ἀθανασίας βλύζει, ὁ Κύριος τῆς δόξης, ὃν μεγαλύνομεν.Ἐκύκλουν ὡς Θρόνον χερουβικόν, Ἄγγελοι τὴν φάτνην· τὸ γὰρ Σπήλαιον οὐρανόν, ἑώρων κειμένου, ἐν αὐτῷ τοῦ Δεσπότου, καί, Δόξα ἐν ὑψίστοις, Θεῷ ἐκραύγαζον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου