Παρασκευή 20 Δεκεμβρίου 2024

Στιχηρά Προσόμοια κατά αλφάβητον ‘’Ποίημα Ρωμανού του Μελωδού’’ Α-Ω 20-23 Δεκεμβρίου

 

Στιχηρά Προσόμοια κατά αλφάβητον ‘’Ποίημα Ρωμανού του Μελωδού’’ 
Α-Ω


20 Δεκεμβρίου 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, κατὰ ἀλφάβητον.
Στιχηρὰ Προσόμοια, Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι (Δίς)
Ἦχος πλ. β'
νίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται. 
Ἦχος πλ. β'
Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· ἀγάλλεσθε Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται. 
Ἦχος πλ. β'
Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 
Ἦχος πλ. β'
Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ Κτίστῃ, ἥκοντι εἰς γῆν, ἐκ Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀπαστράψωμεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.
Δοξαστικὸν, Ἦχος πλ. β' 
Αἱ Ἀγγελικαί ΤΟ ΑΚΟΥΤΕ
γγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται. 
Θεοτοκίον, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαί ΤΟ ΑΚΟΥΤΕ
Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν.

*** 

21 Δεκεμβρίου

Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
δημιουργός, νῦν προέρχεται Σοφία, αἱ προφητικαί, διανίσχουσι νεφέλαι, ἡ χάρις αἰθριάζει, ἡ ἀλήθεια ἔλαμψε, παύεται αἰνίγματα σκιώδη, ἡ τῆς Ἐδὲμ ἠνοίγη πύλη, Ἀδὰμ χόρευε, ὁ πλαστουργὸς Θεὸς ἡμῶν, ἑκὼν πεπλαστούργηται. 
Ἦχος πλ. β'
Θεσπίσματα πληρῶν, Προφητῶν καὶ τὰς ὁράσεις, τίκτεται σαρκί, καὶ παχύνεται ὁ Λόγος, καὶ φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται. Τοῦτο συγκατάβασις ἡ ἄκρα! τοῦτο ἡ φρικτὴ οἰκονομία! δι' ἣν ψάλλομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 
Ἦχος πλ. β'
να τῆς φθορᾶς, τὸν ἰὸν ἀποκαθάρῃς, καὶ τὴν ἀρχικήν, ἀναπλάσῃς μοι εἰκόνα, σαρκοῦσαι καὶ θηλάζεις, καὶ σπαργάνοις ὁ νεύματι, πάντα περιάγων ἐνειλίσσῃ, τερατουργὲ ὑμνῶ σε Λόγε, βουλῆς Ἄγγελε, τῆς πατρικῆς, δι' ἧς ἐγώ, ἀπαθανατίζομαι. 
Ἦχος πλ. β'
Κόλπων Πατρικῶν, οὐκ ἐκστὰς βροτὸς ὡράθης, καὶ Παρθενικαῖς, ἐποχούμενος ὠλέναις, τοὺς Μάγους ἐκ Περσίδος, δι' ἀστέρος ἐκάλεσας, ἄνακτα Θεὸν σε προσκυνοῦντας· πνεύματι χειλέων ἀσεβοῦντας, ἐθνῶν ἄρχοντας, ὃς ἀνελεῖς, καὶ ποιμανεῖς, λαὸν περιούσιον. 
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Λόγος ὁ Πατρί, ὁμοούσιος ὑπάρχων, ἐκ παρθενικῶν, φυραθεὶς ἁγνῶν αἱμάτων, καὶ πλάττεται καὶ αὔξει, χρονικῷ διαστήματι, αὖθίς τε γεννᾶται ἐν Σπηλαίῳ, ἔκπληξις! ἀλλ' Ἄγγελοι κροτοῦσι, βροτοὶ μέλπουσιν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Μάντεως χρησμοί, Βαλαὰμ ἀποπληροῦνται· οἱ γὰρ Περσικαῖς, τερατείαις κεχηνότες, ἀστέρος ἀσυνήθους, τῇ ἐλλάμψει τὸν ἄδυτον, Ἥλιον Χριστὸν καταυγασθέντες, ἐν Βηθλεὲμ σωματωθέντα, Θεὸν ἄνακτα, καὶ ἐθελούσιον νεκρόν, τοῖς δώροις τεκμαίρονται.

*** 

22 Δεκεμβρίου 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. 

Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Νῦν αἱ παλαιαὶ διαλύονται ἐμφάσεις, ἔσχεν ἐν γαστρί· ἡ Παρθένος γὰρ καὶ λίθος, ἐξ ὄρους ἀπετμήθη, καὶ ἡ ῥάβδος ἐβλάστησεν, ἡ τοῦ Ἰεσσαί, καὶ δρόσος ἄρτι, ἡ τοῦ Γεδεὼν ἐν γῇ ἐρρύη, λαοὶ κράξωμεν· Ὁ βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Ἦχος πλ. β'
Ξένου τοκετοῦ, ξένα πράγματα ὁρᾶται! πῶς ὁ τῷ Πατρί, ἐν ὑψίστοις συνεδρεύων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται; πῶς ὁ ἀναφὴς ἐν τοῖς σπαργάνοις; πῶς ὁ πανταχοῦ ἐν τῷ Σπηλαίῳ; λαοὶ κράξωμεν, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Ἦχος πλ. β'
τερατουργῶν, καὶ τὴν Αἴγυπτον μαστίζων, ὕων τε λαῶ, τῷ ἀγνώμονι τὸ Μάννα, σαρκοῦται καὶ θηλάζει, καὶ παιδίον ὁρώμενος, φεύγει τὸν Ἡρῴδην, ὡς ἐπὶ νεφέλης τῇ Παρθένῳ, Μητρὶ ὀχούμενος, ὡς Ἡσαΐας προορᾷ, ὁ θεοπτικώτατος. 

Ἦχος πλ. β'
Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, τίκτεται ἑκών, καὶ υἱὸς ἡμῖν ἐδόθη· Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν. 

Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
άβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, Ἔθνη καὶ κατάσχεσιν γῆς πάσης· σὲ δὲ ἀπωθεῖται μιαιφόνε, βοᾶν οὐ πείθῃ γάρ· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Σκίρτησον Δαυΐδ· ἐξ ὀσφύος σου Χριστὸς γάρ· χαίροις Ἰεσσαί· ἐξανθεῖ γάρ σου ἡ ῥίζα, ἐκ μηροῦ σου Ἰούδα, προελεύσεται Κύριος, κατὰ Βαλαὰμ ἔδεται Ἔθνη· κατὰ τὸν μέγαν Ἡσαΐαν, ἰδοὺ τέξεται, παιδίον τὸν Ἐμμανουήλ, Παρθένος ἡ πάνσεπτος.

 ***

23 Δεκεμβρίου 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. 

Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τὸ προορισθέν, τῷ Πατρὶ πρὸ τῶν αἰώνων, καὶ προκηρυχθέν, τοῖς Προφήταις ἐπ' ἐσχάτων. Μυστήριον ἐφάνη, καὶ Θεὸς ἐνηνθρώπησε, σὰρκα προσλαβὼν ἐκ τῆς Παρθένου, κτίζεται ὁ Ἄκτιστος βουλήσει· ὁ Ὢν γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Ἦχος πλ. β'
μνῶ σε Βασιλεῦ, τὸν σπαργάνοις εἱληθέντα· λύεις γὰρ σειράς, τῶν ἐμῶν παραπτωμάτων· καὶ δόξῃ ἀκηράτῳ, καὶ ἀφθάρτῳ τιμήσας με, ὅλον τῷ Πατρὶ προσῳκειώσω, δημιουργῶν καὶ ἀναπλάττων· διὸ κράζομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. 

Ἦχος πλ. β'
Φῶς τὸ ἐκ φωτός, προϊὸν καὶ ἐκ Παρθένου, λάμψαν τοῖς ἐν γῇ, δι' Ἀστέρος κατιδόντες, οἱ Ἀστρολόγοι Μάγοι, Περσικὸν ἀπετίθεντο, σκότος καὶ ἀστρῷαν πᾶσαν πλάνην, καὶ ἐν χαρᾷ τῷ γεννηθέντι, Θεῷ ἔψαλλον· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. 

Ἦχος πλ. β'
Χλόην ἐμμανῶς, τῶν Νηπίων ἐκθερίζει, ὑπὸ τῶν σοφῶν, ἐμπαιχθεὶς Ἡρῴδης Μάγων· καὶ χεῖρα μιαιφόνον, κατὰ σοῦ αἴρειν ᾤετο· ἀλλ' ἐπιδημεῖς τοῖς Αἰγυπτίοις, σκότος τὸ βαθύτατον διώκων, μεθ' ὧν ψάλλομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. 

Δοξαστικὸν, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ψάλλων ὁ καινός, Ἰσραὴλ τὸ καινὸν ᾄσμα, ᾄδων, τὴν ᾠδήν, τὴν οὐράνιον ἐκείνην, εὐφράνθητι καὶ τέρπου, καὶ ἀγάλλου καὶ χόρευε· ἄγε δὴ φαιδρῶς τὰς Ἑορτάς σου, ὁ ἐκ Θαιμὰν Θεὸς σαρκὶ ἐφάνη, αὐτὸς μέλλει δέ, ἐν Ἰορδάνου ταῖς ῥοαῖς, ὡς ἄνθρωπος λούσεσθαι. 

Θεοτοκίον, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
φθης ἐπὶ γῆς, καὶ βροτοῖς συνανεστράφης, Καίσαρος θεσμοῖς, σὺν τοῖς δούλοις ἐπεγράφης· ἐπλάσθης, οὐκ ἐτράπης, ἀναλλοίωτος ἔμεινας, ὅλος ὢν Θεός, κἂν ἐσαρκώθης· Δόξα τῇ σοὶ οἰκονομίᾳ, τιμὴ αἴνεσις, μεγαλοπρέπεια καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. 


Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις