Κυριακή 4 Ιανουαρίου 2026

Ἀνυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος·

 
Ποιητικά Κείμενα: 
Εἰς τὴν προσκύνησιν τοῦ Μεγάλου Ἁγιασμοῦ 
Ἰδιόμελον. 
Ἦχος πλάγιος τοῦ β΄ 
νυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα, καὶ τὰς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ, μετ’ εὐφροσύνης ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις