† ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ.
Ἄρχεται τὸ Τριῴδιον
Σημείωσις. Ἀπὸ σήμερον ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουργικῷ βιβλίῳ τοῦ Τριῳδίου περιεχόμενοι ὕμνοι.
Ἔν τισι ναοῖς πρὸ τῆς ἐνάρξεως τοῦ ἑσπερινοῦ τίθεται ὑπὸ τὴν ἐν τῷ τέμπλῳ εἰκόνα τοῦ Χριστοῦ ἐπὶ ηὐτρεπισμένου σκίμποδος τὸ λειτουργικὸν βιβλίον τοῦ Τριῳδίου, ἔνθα μεταβαίνει ὁ πρωτοψάλτης (ἐκπροσωπῶν τοὺς ἐν τοῖς ἀναλογίοις ὑπηρετοῦντας), βάλλει πρὸ τῆς εἰκόνος μετανοίας 3, ἀσπάζεται αὐτήν, λαμβάνει μετὰ χεῖρας τὸ Τριῴδιον καὶ ἀσπάζεται αὐτό, ποιεῖ πάλιν μετανοίας μικρὰς 3 καὶ ἀπέρχεται μετὰ τοῦ Τριῳδίου εἰς τὴν οἰκείαν θέσιν αὐτοῦ.Mετὰ δὲ τὸν ν΄ ψαλμὸν ψάλλονται τὰ εἰδικὰ τροπάρια τῶν Κυριακῶν τοῦ Τριῳδίου (μέχρι τῆς ε΄ Κυριακῆς τῶν νηστειῶν), ἤ τοι Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας», καὶ εἰς τὸν στίχον «Ἐλέησόν με, ὁ Θεὸς» τὸ ἰδιόμελον «Τὰ πλήθη».
Εἰδήσεις.
1. Ἂν τύχῃ ἁγίου ἑορταζομένου μνήμη ἐν ἄλλῃ ἡμέρᾳ, πλὴν τῆς Κυριακῆς, κατὰ τὰς τρεῖς πρώτας ἑβδομάδας τοῦ Τριῳδίου, κοντάκιον ἐν τῇ λειτουργίᾳ λέγεται τὸ «Προστασία τῶν χριστιανῶν», καθόσον καὶ ἐν τῷ ὄρθρῳ καταβασίαι λέγονται «Ἀνοίξω τὸ στόμα μου» (Τ.Μ.Ε., Προθεωρία, σελ. 34, ὑποσημ. 13).
2. Τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ τῆς παρούσης ἑβδομάδος, ἥ τις καὶ «προφωνήσιμος» καλεῖται, «καὶ διὰ κρέατος ἀκινδύνως καταλύομεν» (Θεόδωρος Βαλσαμῶν).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου