Ὁ μὲν τῆς ἐγκρατείας καιρὸς ἤδη προέκοψε, καὶ πρὸς αὐτὸ πέφθακε τὸ ἀκροτελεύτιον περιηχεῖ δὲ ἡμᾶς ὁ εὐαγγελικὸς λόγος τὰ τοῦ σωτηρίου πάθους προοίμια, καὶ τοῖς μαθηταῖς ὁ Δεσπότης προαγορεύει τὰ μέλλοντα. Ὅσοι γοῦν μετὰ χρηστῶν ἔργων τὰς τῶν νηστειῶν ἡμέρας διήλθετε, ἐν ἐξομολογήσει, καὶ εὐχῇ, καὶ ἀγάπη, καὶ οἰκτιρμοῖς πενήτων, πάντα ῥύπον ψυχικὸν ἀποπλύναντες, καὶ τὸ βλέμμα τοῦ νοὸς ἐκκαθάραντες, ἀγαλλιᾶσθε, καὶ χαίρετε ἐγγὺς γὰρ τῶν πόνων τὰ ἔπαθλα ὅσοι οἱ ῥαθύμως διετέθητε τῆς ἑαυτῶν σωτηρίας ὀλιγωρήσαντες, κἂν τὸν βραχὺν τοῦτον καιρὸν διανάστητε, ἀποσείσασθε τὴν ῥᾳθυμίαν, παραγκωνίσασθε τὴν ἀμέλειαν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ἡμῶν, δαψιλεῖς παρέχει τὰς δωρεὰς, καὶ τὸν ἀπὸ πρώτης, καὶ τρίτης, καὶ ἕκτης ὥρας ἐργασάμενον δώροις ἀμείβεται, καὶ τὸν ἐννάτην ἐλθόντα οὐκ ἀποστρέφεται κἂν περὶ τὴν ἑνδεκάτην ἔλθῃς, αὐτὴν φημὶ τὴν ἐσχάτην τῆς
Τεσσαρακοστῆς ἡμέραν, οὐκ ἀποστερεῖται τοῦ μισθοῦ τὸ δηνάριον, μόνον εἰ προθυμίαν ἐπιδείξεται, καὶ σπουδὴν ἀξιόχρεων. ᾽Αληθὲς γὰρ ὡς μόχθοισι πόθον Θεὸς ἀντιφερίζει. ᾿Αλλὰ φέρε πάλιν τῆς εὐαγγελικῆς ἀκούσωμεν σάλπιγγος, τὸ Πάθους τῷ καιρῷ ἐκείνῳ «Παραλαμβάνει ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. » Τίνος ἕνεκεν ἰδίᾳ παραλαμβάνει τοὺς μαθητάς; Διὰ τί δὲ καὶ τὰ τοῦ Πάθους προφθέγγεται; Εἰώθει ὁ Σωτὴρ τὰ μυστικώτερα κατ’ ἰδίαν λαλεῖν καί ποιεῖν, προλέγει δὲ τὰ τοῦ πάθους προομαλίζων αὐτῶν τὰς ψυχὰς, ἵνα, ὅταν ἐπιστῇ, κουφότερον φέρωσι. Τῶν γὰρ λυπηρῶν τὰ μὲν προεγνωσμένα φορητότερα γίνεται τῇ τοῦ παθεῖν προσδοκίᾳ τὴν ψυχὴν προμαλάξαντα τὰ δ᾽ ἐξαίφνης καὶ ἀνελπίστως προσπεσόντα, τῇ ἀθυμία τὴν διάνοιαν ἔπλησε, καὶ κατεβάπτισε. Δείκνυσι δὲ καὶ διὰ τὸ προλέγειν τὰ ἐσόμενα, ὅτι ἑκὼν ἐπὶ τὸν σταυρὸν παραγίνεται ὁ γὰρ προειδὼς καὶ δυνάμενος ἐκφυγεῖν. ἐπιῤῥίπτων δὲ αὐτὸν προθυμότατα, πῶς τε οὐχ ἑκοντὶ τὸ πάθος ὑφίσταται; Ἠρέμα δέ πως ἐλέγχει, καὶ τὴν ᾽Ιουδαίων φαυλότητα διὰ τῶν προῤῥήσεων μαλάσσων αὐτῶν τὴν λιθώδη ψυχὴν, καὶ μετάγων αὐτὴν εἰς συναίσθησιν. Ὁ γὰρ προειδὼς ὅτι πείσεται, πάντως δήπου οἶδε καὶ τὸν ἐπίβουλον. Ἦν δὲ, φησὶ, προπορευόμενος ὁ Σωτὴρ, ὅτε τοῖς μαθηταῖς ταῦτα ἔλεγε. Προπορεύεται μὲν πάντων ἐπιταχύνων τὴν εἰς τὸν σταυρὸν πορείαν, ζητῶν πιεῖν καὶ εἰ τὸ ὑπὲρ ἡμῶν θανάτου ποτήριον τὸ διαφερόντως ἐκείνῳ διψώμενον. Τάχα δὲ καὶ προβαδίζει τὴν τοῦ μαρτυρίου αὐτοῖς ὑποδεικνύων ὁδὸν, λέγων, ἀκολουθεῖτέ μοι. Καὶ τάχα ταύτης τῆς ὁδοῦ τὸν δρόμον προβλέπων ἔψαλλεν ὁ Δαβίδ Ἀγαλιάσεται ὡς γίγας δραμεῖν ὀδόν, ἧς ἡ ἔξοδος ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἕως τῆς γῆς.» Πρὸς μὲν γὰρ τὸ θαυματουργεῖν σχολαιότερον ἴετο δόξαν ἐκκλίνων οἰήσεως πρὸς δὲ τὸν Θάνατον βαδίζει γοργῶς, πληρῶσαι τὴν πατρικὴν βουλὴν ἐπειγόμενος. Καταλέξας δὲ πάντα τὰ σκυθρωπὰ ὡς παραδοθήσεται, καὶ ἐμπαιχθήσεται, καὶ μαστιγωθήσεται, καὶ ἀποκαυθήσεται, ἐπάγει τούτων πάντων τὴν παραμυθίαν, ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος, καὶ Ἰωάννης υἱὸς Ζεβεδαίου λέγοντες, Ὁ δὲ εἶπε Τί θέλετε ποιήσω ὑμῖν; Οἱ δὲ εἶπον Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἰς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. Ἄλλος εὐαγγελιστὴς τὴν μητέρα τούτων προσελθεῖν εἶπε, καὶ περὶ τῶν υἱῶν ἀντιβολῆσαι τὸν Κύριον τὴν τιμὴν τῆς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων καθέδρας λαβεῖν ἀμφότερα οὖν ἐγεγόνεισαν. Οἱ γὰρ μαθηταὶ εὐλαβούμενοι πρότερον μὲν τὴν μητέρα ἑαυτῶν Σαλώμην προβάλλονται ἐκ τῆς δῆθεν κατὰ σάρκα συγγενείας ἔχουσαν τὸ θαῤῥεῖν καὶ αὐτὴν οὖσαν μαθήτριαν, καὶ συνεπομένην αὐτῷ μετὰ τῶν γυναικῶν, αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὡς ὁ Ματθαῖος ἐκδηλότερον ἱστορεῖ. Εἶτα καὶ αὐτοὶ παῤῥησιασθέντες, καὶ προσελθόντες ἰδίᾳ ποιοῦνται τὴν αἴτησιν. Τί δὲ ἦν τὸ πεῖσαν αὐτοὺς τοιαύτην πρωτοκαθεδρίαν ζητεῖν; Τοῦ Σωτῆρος πολλάκις περὶ τῆς μελλούσης δόξης διεξελθόντος μαθηταῖς, προσθέντος δὲ, ὅτι καὶ εἰσὶ τινες τῶν ὧδε ἑστηκότων, οἵ οὐ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τῆν βασιλείαν αὐτοῦ ὑποδείξαντος δὲ αὐτοῖς ἐν Θαβὼρ καὶ τὰ τῆς θεότητος σύμβολα, ὤοντο οἱ ἀπόστολοι ἐπίγειον αὐτοῖς δόξαν εὐαγγελίσασθαι, καὶ ὅτι βασιλεύσει μὲν ἐπὶ γῆς, ἐπιβουλευθείς γε μὲν ὕστερον παραδοθήσεται καὶ πείσεται ὅσα παρήγγειλεν. Οὐ γὰρ δὴ περὶ τῆς μελλούσης αὐτῷ δόξης προσῆγον τὴν αἴτησιν, ὥς τινες ὑπετόπασαν. Τί οὖν ὁ Σωτὴρ; Οὔτ᾽ ἐπαγγέλλεται τὴν δόσιν, οὔτε μὴν ἀπαναίνεται, ἀλλ' ὡς ἀγνώτας ἐπιπλήξας ἐν τῷ εἰπεῖν «Οὐκ οἴδατε τί αἰτεῖσθε,» περὶ τού θανάτου αὐτοῖς πάλιν διαλέγεται.
Δύνασθε πιεῖν τὸ ποτήριον, ὅ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὅ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Νομίζετε, φησὶ, τὴν ἐμὴν βασιλείαν αἰσθητὴν εἶναι, καὶ ἐπὶ δόξαν κεχήνατε πρόσκαιρον, κενὴν φαντασίαν, καὶ καθέδραν αἰτούμενοι, ὥσπερ ἐπιλαθόμενοι τῆς προτέρας φωνῆς, ἧς ἀρχῆθεν ἠκούσατε «Δεῦτε ὀπίσω μου ὁ δὲ ὀπίσω μου ἀκολουθῶν ἀράτω τὸν σταυρὸν αὐτοῦ οὐ καθέδραν ζητείτω κενὴν. Ὑμεῖς δὲ ἀφέντες τὸ μετὰ τῶν ἄλλων ἀκολουθεῖν, προπορεύεσθε διὰ τοῦτο οὐκ οἴδατε τί αἰτεῖσθε. Οὕτω καὶ Πέτρος, ἕως μὲν ἠκολούθει τῷ τοῦ διδασκάλου θελήματι, μαθητὴς ἦ ἡνίκα δὲ τὸ παθεῖν τὸν Σωτῆρα, τό γε εἰς αὐτὸν ἦκον ἐκώλυσεν. «Ἴλεὠς σοι, φάμενος, οὐ μὴ ἔσται σοι τοῦτο» τότε οὐ μὴ ἀκολουθῶν, ἀλλ᾽ ἐστώς ἀντιπρόσωπον, ἤκουσεν «Ὕπαγε ὀπίσω μου, Σατανᾶ». ᾽Αλλ' οἱ μὲν οὖν ὠνειροπόλουν τιμὴν κοσμικὴν, ὁ δὲ πρὸς τὸν τοῦ μαρτυρίου θάνατον τούτους καλεῖ. Ποτήριον γὰρ καὶ βάπτισμα τοῦτο ὠνόμασεν ἐπειδὴ ὡς μὲν ποτήριον ἡδέως πέπωται παρ᾿ αὐτοῦ, καὶ τὸν φυσίζωον ὕπνον ἐπήγαγε. Διὸ κἄν τῷ τοῦ πάθους καιρῷ, οὕτω πρὸς τὸν Πέτρον φησί «Τὸ ποτήριον, ὅ δέδωκέ μοι ὁ Πατὴρ, οὐ μὴ πιῶ αὐτό;» Βάπτισμα δὲ ὁ αὐτὸς θάνατος ὡς καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος. Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς λόγον, νοοῖτο ἂν ποτήριον, ὅπερ πιεῖν κελευόμεθα, οἱ ἐπισυμβαίνοντες ἡμῖν ὑπὲρ τῆς ἀληθείας ἀκούσιοι πειρασμοῖ, δι᾿ ὧν καὶ αὐτῆς καταφρονοῦντες τῆς φύσεως, καὶ τὸν θεῖον πόθον προκρίναντες, τὸν περιστατικὸν ὑπερχόμεθα τῆς φύσεως θάνατον, βάπτισμα δέ εἰσιν οἱ ὑπὲρ ἀρετῆς ἑκούσιοι πόνοι, δι᾿ ὧν τὸν τῆς ψυχῆς ἀποπλύνοντες ῥύπον, τὸν ἑκούσιον καταδεχόεθα θάνατον. Οἱ μὲν οὖν μαθηταὶ παχύτητι διανοίας αἰσθητὸν αὐτὸν οἰηθέντες λέγειν ποτήριον, βάπτισμα δὲ εἰκάσαντες τὸ τῶν Ἰουδαίων περιρραντήριον, εἶπον ὅτι Δυνάμεθα ἀλλ' ὁ μὲν τῆς ἱστορίας λόγος τέως ἀναμεινάτω τὰ δὲ διὰ τούτων δηλούμενα ἐν ὀλίγῳ σεσαφηνίσθω, καὶ πῶς ἡ μήτηρ τῶν υἱῶν Ζεδεδαίου, οὐ Σαλώμη, τὴν αἴτησιν πρὸς Κύριον ἐποιήσατο, ἀναγωγικῶς θεωρείσθω.
Σαλώμη τοίνυν εἰρηνικὴ ἑρμηνεύεται, Ἰάκωβος δὲ πτερνιστὴς, καὶ Ἰωάννης χάρις Θεοῦ. ᾿Εκ τῆς εἰρηνικῆς οὖν ψυχῆς θεωρία καὶ πρᾶξις τίκτονται, ἡ μὲν πτερνίζουσα τὸν τὴν πτέρναν ἡμῶν ἐπιτηροῦντα διάβολον, ἡ δὲ ὡς χάρις ἐπαίρουσα πρὸς τὴν τῶν νοητῶν κατανόησιν. Τὸ δὲ τὴν Σαλώμην ἀδελφὴν τοῦ Κυρίου γενέσθαι, κατ’ οὐδὲν τῇ θεωρίᾳ λυμαίνεται. Αὐτὸς γὰρ ὁ Σωτὴρ μακαρίζων τοὺς εἰρηνοποιοῦντας υἱοὺς αὐτοὺς ὀνομάζει Θεοῦ. Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Εἰ οὖν ὁ Χριστὸς υἱός ἐστι τοῦ Θεοῦ, υἱοὶ δὲ Θεοῦ καὶ οἱ εἰρηνοποιοὶ, οὐκ ἔξω τῆς ἀκολουθίας τὸ νόημα. ᾿Αλλ᾽ οὔτε ἡ Σαλώμη κατὰ φύσιν ἀδελφὴ νόημα. ᾿Αλλ᾿ οὔτε ἡ Σαλώμη κατὰ φύσιν ἀδελφὴ τοῦ Χριστοῦ, οὔτε ἡ εἰρηνικὴ ψυχὴ φύσει ἀδελφὴ αὐτοῦ, ἀλλὰ χάριτι. Ἡ γοῦν τοιαύτη ψυχῆ ποτνιᾶται πρὸς Κύριον ἄξια τῆς μετ’ αὐτοῦ καθέδρας ἀπονητὶ γενέσθαι τὰ ταύτης γεννήματα, ἀλλ᾽ αὐτὸς τὴν νέκρωσιν αὐτοῖς ὑποτίθεται τοῦ γητνου φρονήματος καὶ τὴν κάθαρσιν δηλοῦται διὰ τοῦ βαπτίσματος. Τὶ γάρ φησιν ὁ Σωτὴρ;
«Τὸ μὲν γὰρ ποτήριον, ὅ ἐγὼ πίνω, πίεσθε. καὶ τὸ βάπτισμα, ᾧ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.» Διπλὴν ἀπορίαν ὠδίνει τὰ παρόντα ῥητά μίαν μὲν, εἰ ἡ μετὰ τοῦ θεοῦ καθέδρα ἡτοίμασταί τινι, καὶ προώρισται, καὶ εἰ ὁ πάντων Δεσπότης ἀδυνατεῖ παρασχεῖν ταύτην, ᾧ βούλεται. Φαμὲν οὖν, ὅτι οὐχ ὥσπερ ἐπὶ τῆς ἐνταῦθα σωματικῆς καθέδρας ἡ ἔμφασις δείκνυται, οὕτω καὶ ἐν τῇ μελλούσῃ καταστάσει εὐαγὲς ἄν εἴη νοεῖν ἡ μὲν γὰρ ἐνταῦθα καθέδρα τὴν ἐπὶ ἰσχίων τοῦ σώματος ὑπογράφει θέσιν, ὡς ἂν μη διαπαντὸς κάμνῃ τῆς ἀγκύλης ὁ τόνος, ἐφ᾽ ἐαυτοῦ τὸ βάρος ἀνέχων τοῦ σώματος ἐπὶ δὲ τῆς μελλούσης δόξης τιμῆς ὑπεροχὴν ἡ καθέδρα σημαίνει. Τὸ δὲ. Οὐκ ἔστιν ἐμὸν δοῦναι, οὐκ ἀδυναμίαν ἐνδείκνυται πῶς γὰρ ἄν ἡ τοῦ Θεοῦ δύναμις ἀνίσχυρος γένοιτο; ἀλλὰ τὸν ἀῤῥεπῆ ζυγὸν τῆς δικαιοσύνης μαρτύρεται.
Κριτοῦ γὰρ ἀδεκάστου τὸ τοῖς ἀθληταῖς ἀναλόγως βραδεύειν τά ἔπαθλα, οὐ μὴν τὸ διὰ χάριν προτιμᾷν τῶν μειζόνων τοὺς ἥττονας, καὶ τῶν ἀγωνισαμένων τοὺς μὴ ἀθλήσαντας διὰ τοῦτό φησιν. Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τοῖς τὸν ἀγῶνα νικήσασι τὰ τῆς τιμῆς ἀπόκειται. Τοῦτο δέ φησιν, οὐχ ὅτι καθιεῖταί τις ἐν τῇ μελλούσῃ δόξῃ μετὰ τοῦ Θεοῦ ἐκφαντικῶς γὰρ ἔδειξεν ἡ εὐαγγελικὴ φωνὴ ἐν τῷ περὶ τῆς μελλούσης κρίσεως διηγήματι, ὅτι στήσει τὰ μὲν πρόδατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων. Δῆλον δὲ ὡς ἡ στάσις τῆς καθέδρας παρήλλακται, ἀλλ᾽, ὡς ἔφην, τιμῆς ὑπεροχὴν διὰ τῆς καθέδρας ἠνίξατο.
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Ἀτελεῖς ὄντας τοὺς μαθητὰς οὐδὲν ἀπεικὸς καὶ ταῖς ἀκίσι τοῦ φθόνου τιτρώσκεσθαι διὸ καὶ ἀγανακτοῦσι κατὰ τῶν συμφοιτητῶν τὴν ὑπὲρ τοὺς ἄλλους προεδρίαν ζητούντων λαβεῖν. ᾽Αλλ' οὕτω μὲν τινες τῶν πρὸ ἡμῶν ἐξηγήσαντο. Ἐμοὶ δὲ οὐ βασκανίας δοκεῖ ἔνδειξις ἡ τῶν μαθητῶν ἀγανάκτησις. Οὐδὲ γὰρ ἐν τοῖς ἀλλοις προτιμωμένονς ὁρῶντες ἐζηλοτύπησαν. Ὅτε γὰρ τὸ τοῦ 'Ιαείρου θυγάτριον ἔμελλεν ἀνιστᾷν, τοὺς ἀλλους πάντας ἔξω καταλιπὼν, τούτους τοὺς δύο μαθητὰς καὶ τὸν Πέτρον εἰς τὴν οἰκίαν καὶ τὸν Πέτρον εἰς τὴν οἰκίαν εἰσήγαγε, καὶ ἐν τῷ ὄρει μεταμορφούμενος, τοὺς αὐτοὺς μόνους παρέλαβεν, ἀλλὰ πρὸς ταῦτα τῶν ἄλλων ὁ χορὸς οὐκ ἐβάσκηνε καὶ νῦν δὲ οὐ πρότερον ἠγανάκτησαν, ἕως ἂν εἶδον τὸν Κύριον ἀπανῃνάμενον τούτων τὴν αἴτησιν. Ὥστε δοκοῦσι μᾶλλον συνασχάλλειν τῷ διδασκάλῳ, ἀλλ᾽ οὐ φθονοῦντες ἀγανακτεῖν πλὴν παραμυθεῖται τούτους διὰ τῆς διδασκαλίας ὁ Κύριος προσκαλεσάμενος γὰρ αὐτοὺς, εἶπεν αὐτοῖς.
«Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν, κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.» Τὸ τιμὰς, φησὶ, προσκαίρους ζητεῖν, καὶ δόξης ἐπικήρου ἐρᾷν, ἀλαζονείας ἐστὶν ἐθνικῆς-οἳ βούλονται τυραννικῶς ἄρχειν, καὶ τῶν ἡσσόνων ἐπαίρεσθαι. Οἱ δὲ ἐμοὶ μαθηταὶ τὴν ἐναντίαν αὐτῶν βαδιζέτωσαν ἀτραπὸν, καὶ ὁ τῶν πρωτείων ἐφιέμενος κτήσασθω τὸ μεγαλοψύχως πᾶσι διακονεῖν, τὸ ὑπόδειγμα ἔχων ἐγγύς. Καὶ γὰρ Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐχ ἦλθε διαπονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Εἰ κἂν ἀλλήλοις διακονεῖτε, φησὶ, οὕπω πρὸς τὶ πρωτότυπον ἡμιλλήθητε. ᾿Εγὼ γὰρ οὐ διακονήσων ἦλθον μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν δίδωμι λύτρον ὑπὲρ παντὸς τοῦ κόσμου. Πῶς δὲ, καὶ τίνι, καὶ παρὰ τίνος, καὶ ὑπὲρ τίνων δίδοται ὁ Μονογενής, πατρικοῖς ἐπόμενοι διδάγμασι, βραχυλογοῦντες ἐροῦμεν. Ἐπειδὴ διὰ τῆς παρακοῆς ὁ ἄνθρωπος τῷ ἐχθρῷ ἑαυτὸν ἀπημπόλησε, καὶ ἦν ἐν ἐξουσίᾳ τῆς ἀντικειμένης δυνάμεως, τῆς ἰδίας εἰκόνος οἶκτον λαβὼν ὁ Θεὸς, βίᾳ μὲν ἀφελεῖν τοῦ τυράννου οὐκ ἔκρινε δεῖν, ὡς ἂν μὴ δόξῃ αὐθεντικῇ δυνάμει, καὶ οὐ δικαίως τοῦτο ποιῶν δίκαιον δὲ ἦν ἀνταλλάγμασι λῦσαι τὸν κατεχόμενον διὰ τοῦτο οὗτος, ὦ θαῦμα, ὁ Θεοῦ Υἱὸς λύτρον δίδωσιν ἑαυτόν καὶ ἐπειδὴ ἀδύνατον ἦν γυμνῇ τῇ θεότητι προσβαλεῖν τῷ ἐχθρῷ, περικαλύπτεται τῇ σαρκὶ, οἷόν τι δέλεαρ γενόμενος τῇ λιχνείᾳ τοῦ δαίμονος, ὡς ἂν ὁ τὸν ἄνθρωπον ἀπατήσας ἐλπίδι θεώσεως, ἀνταπατηθῇ τῇ ἐλπίδι τῆς ἀνθρωπότητος. Ἰδὼν γὰρ τὸν Σωτῆρα τὸν ὑπὲρ φύσιν ἐνεργοῦντα τεράστια, ἐπειδὴ προσβαλών οὐκ ἴσχυσεν αὐτὸν δι᾽ ἁμαρτίας χειρώσασθαι, τοῦτον ἐπεθύμησε λύτρον ἀντὶ τοῦ κατεχομένου λαβεῖν. Δίδωσιν οὖν αὐτὸς ἑαυτὸν τοῦ δουλαγωγηθέντος ἀντίλυτρον, διὰ τοῦ θανάτου καὶ τῆς ἐγέρσεως ἐλευθερῶσαι τοὺς καθειργμένους ἐν τῇ τοῦ ἅδου φθορᾷ. Παντὸς δὲ λύτρον διδομένου μὲν τῷ κατέχοντι, καὶ λυτρουμένου τὸν κατεχόμενον τὸ τοῦ Χριστοῦ θειότατον αἷμα ἐξείλετο μὲν τοὺς κατεχομένους, οὐ μὴν εἰλήφει τοῦτο ὁ τύραννος, ἀλλ᾽ ὁ τοῦ τυθέντος Πατήρ καὶ τοῦτο σαφῶς θεολογικὴ γλῶσσα διατρανοῖ, Λαμβάνει, λέγουσα, τὸ μέγα καὶ περιβόητον αἷμα ὁ Πατὴρ, οὐκ αἰτήσας, οὐδὲ δεηθεὶς, ἀλλὰ διὰ τὴν οἰκονομίαν, καὶ τὸ χρῆναι ἁγιασθῆναι τῷ ἀνθρωπίνῳ τοῦ Θεοῦ τὸν ἄνθρωπον, ἵνα αὐτὸς ἡμᾶς ἐξέληται τοῦ τυράννου βία κρατήσαντος. Οὕτω τὸν ἐχθρὸν εὐμηχάνως τε ἅμα καὶ δικαίως καταβαλών, τῆς κατ᾿ αὐτοῦ νίκης ὑπέδειξεν ἡμῖν τὴν ὁδὸν ᾧ δὴ κατ᾿ ἴχνος ἀκολουθοῦντες διὰ προσευχῆς καὶ νηστείας, ἐπειχθῶμεν καταπαλαίσαι τὸν ἀντικείμενον. Καὶ ὥσπερ ἐκεῖνος διὰ λιχνείας ἡμᾶς ἐδούλωσεν, λάτρας ἑαυτοῦ ποιησάμενος, οὕτως ἡμεῖς διὰ τῶν ἐναντίων αὐτὸν κατατροποσώμεθα. Ὁρᾶτε τὸ σῶμα τοῦτο τὸ πήλινον, ὅπερ περίκειται τῇ ψυχῇ καθάπερ ἀχλὺς, ἐκ τῆς ἀπηγορευμένης βρώσεως τὸ βαρὺ τοῦτο πάχος ἐδέξατο. Πρὸ γὰρ τῆς παρακοῆς, λεπτὸν ἦν καὶ καθαρὸν, καὶ ἀέριον, καὶ οἷον ἐχρῆν συνυφανθῆναι τῇ τοῦ Θεοῦ εἰκόνι προσφυὲς καὶ κατάλληλον. Ὅπερ οὖν ἡ λαιμαργία ἐπάχυνε, διὰ νηστείας λεπτύνωμεν. Νῦν γὰρ ὡς ἐν δεσμωτηρίῳ καθ’ εἴρκται ἡ ψυχὴ ἐν τῷ σώματι, ὡς καὶ τινες τῶν ἔξωθεν πεφιλοσοφήκασιν, ἄντρον, καὶ σπήλαιον, καὶ σῆμα τὸ σῶμα καλέσαντες. Ὅσον οὖν παχύνεις τὸ σῶμα διὰ βρωμάτων, ἰσχυρότερον ἐργάζῃ τὸ δεσμωτήριον καὶ τὰς πέδας συνέσφιγξας καὶ τὴν δεσμώτην ψυχὴν ἐταπείνωσας. Ἄν δὲ λεπτύνῃς αὐτὸ τῇ νηστείᾳ, ἠλευθέρωσας αὐτῆς τὸ πτερὸν, καὶ κουφισθεῖσα αἴρεται πρὸς Θεόν. Πότε γοῦν ἡμῖν τοῦτο κατορθωθῇ, εἰ μὴ ἐν τῷ παρόντι καιρῷ; ᾿Αλλ’ ἐπειδὴ πρὸς τοῦτο φέρων ἡμᾶς ὁ λόγος κατὴντησεν, ἐξετάσωμεν. διατί τεσσαράκοντα ἡμέρας νηστεύειν ἡμᾶς οἱ Πατέρες ἐνομοθέτησαν, καὶ τί τὸ διὰ τούτων δηλούμενον; Διατί δὲ οὐκ ἐν ἄλλῳ καιρῷ τοῦ ἐνιαυτοῦ ἀλλὰ κατὰ τὰς ἑαρινὰς τροπὰς τοῦτο ποιεῖν κελευόμεθα; σοφῶν, μικρὸς κόσμος ὁ ἄνθρωπος , διὰ τὸ περιέχειν ἐν ἑαυτῷ τὰ στοιχεῖα, ἐξ ὧν συνέστη πᾶν τὸ φαινόμενον, καὶ διὰ τὸ τῆς ψυχῆς νοερὸν, ὃ κατ᾿ εἰκόνα Θεοῦ γενέσθαι πιστεύομεν. ᾿Επεὶ οὖν καὶ ὁ κόσμος κατὰ τόνδε παρέλθῃ τὸν καιρὸν παρά τοῦ Κτίσαντος (κατὰ γὰρ τὸν πρῶτον παρ᾿ Ἑβραίοις μῆνα Νισὰν ὁ κόσμος δεδημιούργηται τεκμήριον τὸ μέχρι παντὸς ἐν τούτῳ τῷ καιρῷ τὴν γῆν βλαστάνειν ἀπάρχεσθαι) ὡμολόγηται δὲ μικρὸς κόσμος ὁ ἄνθρωπος νομοθετεῖ τὸ παράγγελμα μιμεῖσθαι τὸν κόσμον τὸν ἄνθρωπον, καὶ τὸ μὲν ἐκ γῆς σῶμα , καθάπερ τὴν γῆν βλαστάνειν τὰς πρακτικὰς ἀρετάς, τὴν δὲ νοεράν ψυχὴν ἐνασχολεῖσθαι περὶ τὴν ἄπταιστον τῶν νοητῶν κατανόησιν. Οὕτω γάρ βιῶν, οὐ μικρὸς ἔσται κόσμος ὁ ἄνθρωπος, ἀλλ' ἐν μικρῷ μέγας, καθώς φησιν ὁ θεολόγος Γρηγόριος, κατ᾿ ἐνιαυτὸν ἐγκαινιζόμενος τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ. Τοῦτο ἡ κατὰ τὸ ἔαρ ἐγκράτεια νοεῖν ὑποτίθεται. Ὁ δὲ τῶν τεσσαράκοντα ἡμερῶν ἀριθμὸς δι' αἰνιγμάτων καὶ πραγμάτων παλαιῶν τε καὶ νέων ὑποδέδεικται. Ὅ τε γὰρ ἐπενεχθείς τῇ γῇ πάση κατακλυσμὸς, διὰ τὸν τῆς ἁμάρτίας πληθυσμὸν, ἐν τοσαύταις ἡμέραις εἶχε τὸν ὁρισμόν ὡς ἂν παιδευθῶμεν καὶ ἡμεῖς τῷ ἴσῳ τῶν ἀριθμῶν τῇ φυσικῇ λιβάδι τῶν ὀφθαλμῶν τὸν τῆς ἁμαρτίας ποιεῖσθαι κατακλυσμὸν, καί διά τῆς νοητοῦ κιβωτοῦ περισώζεσθαι. Εἴη δ' ἂν νοητὴ κιβωτὸς ἐκ διαφόρων σανίδων συμπεπηγυῖα, ἡ ἐκ ποικίλων κατορθωμάτων ἀρετὴ, ἡ τοῖς γόμφοις τῆς ἀγάπης συνεσφιγμένη, δι᾿ ἧς τὸν τῆς ἁμαρτίας φεύγοντες θάνατον, τῷ στερεῷ καὶ ἀναβεβηκότι τῆς ἀπαθείας ὄρει, ὡς εἰς ᾿Αραρὰτ σωζώμεθα. Τὸ δὲ ὄνομα τοῦτο τετριμμένον δηλοῖ, δι᾽ οὗ μηνύεται ἡ δι᾽ ἀρετῆς τοῖς ἁγίοις κατορθωθεῖσα ἀπάθεια, ἥν προοδευκότες αὐτοὶ, τετριμμένην τοῖς ἑπομένοις ἐποίησαν.
Ἀλλὰ καὶ ἡ τοῦ Μωϋσέως ἐν τῷ Σιναίῳ νηστεία τοσούτων ἡμερῶν περιόδῳ ἠρίθμητο, ὅτε τὰς θεογράφους πλάκας ἐδέξατο. Αἱ συντριβεῖσαι τῇ τοῦ λαοῦ πλημμελείᾳ, οὐκ ἂν ἴσως ἀναχαράχθησαν, εἰ μὴ νηστεία ἰσαρίθμων ἡμερῶν ἐμεσίτευσε. Τί δὴ τοῦ συμβόλου μηνύοντος; Ἐπειδὴ τὸν νόμον τῶν ἐντολῶν διὰ τῆς ἁμαρτίας οἰονεὶ συνετρίψαμεν, δεόμεθα τῆς νηστείας τῶν τεσσαράκοντα ἡμερῶν εἰς τὸ αὖθις αὐτὸν ἐγγραφῆναι ἐν ταῖς πλαξὶ τῶν καρδιῶν ἡμῶν, ἵνα ἐκ τῶν λογισμῶν ἀφανισθῇ τῆς ἁμαρτίας τὸ εἴδωλον. Ὁ δὲ Ἠλίας ὁ ζηλωτὴς ἐκεῖνος, ὡς ἀκούομεν, ὁ τὴν παράδοξον θυσίαν ἱερουργήσας, καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης προσεπιθύσας, ὁ πυρὶ οὐρανίῳ πανστρατὶ τοὺς πεντηκοντάρχους ἀποτεφρώσας, ὁ λόγῳ μόνῳ κλεῖθρα ἐπιθεὶς ταῖς οὐρανίαις νεφέλαις, καὶ πλέον τριετοῦς χρόνου τὴν γῆν αἰχμῷ βασανίσας, ὁ τῇ ξενοδόχῳ Σαραφθίᾳ τὴν τῶν ἀλφίτων δράκα ταμεῖον ἀμείωτον παρασκευάσας, καὶ τοῦ ἐλαίου τὴν λήκυθον ἄληκτα πηγάζειν ποιήσας, ὁ τῷ τεθνὴξαντι παιδὶ διὰ τοῦ τρισσοῦ ἐμφυσήματος τὴν ζωὴν χαρισάμενος, ὁ τὸ ἀείῤῤυτον τοῦ Ἰορδάνου ῥεῖθρον τῇ μηλωτῇ στὴσας , καὶ ποσὶν ἀβρόχοις διαπεράσας, ὁ πυρίνῳ ἅρματι ἀναληφθεὶς εἰς αἰθέρα, καὶ διπλὴν τῷ 'Ελισσαίῳ παρασχὼν τὴν χάριν τοῦ Πνεύματος. Οὗτος τοίνυν ὁ τοσούτοις δοξασθεὶς κατορθώμασι, μιᾶς γυναικὸς ὀργὴν οὐχ ὑπήνεγκεν, ἀλλὰ κατοῤῥωδήσας τῆς Ἰεζάβελ τὴν ἀπειλὴν, φεύγων ὤχετο πεφρικὼς, οὐκ ἂν τοῦ ἐξ αὐτῆς ἠπειλημένου θανάτου ἔξω γενόμενος, εἰ μὴ ἐχρήσατο τῇ τεσσαρακονθημἐρῳ φυγῇ. Ἄθρει δὴ πάλιν πῆ σε φέρον ἄγει τὸ νόημα. Ἱεζάβελ πένθους ἰσχὺς ἑρμηνεύεται, δηλοῖ δὲ τὴν ἁμαρτίαν, τὴν τὸ ἰσχυρὸν πένθος προξενοῦσαν τοῖς ἁμαρτάνουσι, ταύτην ἀπειλοῦσαν τῷ ψυχικῷ ἡμᾶς παραδοῦναι θανάτῳ, φεύγειν προσήκει ἐφεπομένους τῷ τοῦ ζηλωτοῦ ὑποδείγματι, καὶ διὰ τῆς τεσσαρακονθημέρου κακοπαθείας, τῶν αὑτῆς παγίδων γενέσθαι μακράν. Τοῦτον τὸν καιρὸν τιμήσας καὶ ὁ Δεσπότης ἡμῶν, τοσαύταις ἡμέραις νενηστευκώς, καταστρατηγεῖ τὸν πειράζοντα, καὶ τοῦτον ἡττήσας διά τῶν πῃ, γενικοτάτων παθῶν τοῦ κατ᾿ αὐτοῦ πολέμου τὴν ὁδὸν ἡμῖν καθυπέδειξε. Τεσσαράκοντα δὲ ἡμέραι τάσσονται, δηλοῦσαι τὴν τοῦ σώματος τελειότητα ἐκ τεσσάρων γάρ στοιχείων ἔχον τὴν σύγκρασιν, τῷ τελείῳ ἀριθμῷ πολυπλασιαζόμενον τέλειον γίνεται πνευματικῶς ἀκμάζον ταῖς προσφόροις δυνάμεσιν. Αἱ δὲ ὀκτώ τεσσαράκοντα προστιθέμεναι τοῦ μέλλοντος αἰῶνος ὑπάρχουσι σύμβολον, ὅς ὄγδοός ἐστι, καὶ ἑστὼς, καὶ ἀΐδιος. Δεῖ γὰρ ἡμᾶς ἀπὸ τῆς ἐβδοματικῆς ταύτης τοῦ χρόνου κινήσεως εἰς τὴνὀγδόην καὶ μέλλουσαν καταντῆσαι κατάστασιν. Εἰ δὲ καὶ τριάκοντα καὶ ἓξ ἡμέραι εἰσὶν, ἐν αἷς μετά τῆς ἐγκρατείας καὶ νηστείαν ἀκριβῆ τηρεῖν παρελάβομεν, οὐδὲ τοῦτο τῆς πρεπούσης θεωρίας ἀνοίκειον. Οὐ μόνον γάρ ἀποδεκάτωσις ἐκ τούτων δείκνυται τοῦ ὅλου ἐνιαυτοῦ, ἀλλὰ καὶ μυστικόν τι ἐμφαίνει θεώρημα. Ἐπειδὴ γὰρ τὰ τῷ Θεῷ προσοικειοῦντα τὸν ἄνθρωπον ταῦτά ἐστιν, ἥ τε ὀρθὴ περὶ τὸ Θεῖον ὑπόληψις, καὶ ἡ ἐκ τῶν ἐντολῶν τήρησις. ἀμφοτέρων τὴν μυσταγωγίαν περιέχει ὁ ἀριθμός τὸ ἐν τῇ πίστει τῆς ἁγίας Τρίαδος ἑδραῖον καὶ ἀμετάθετον, καὶ τὸν κύκλον τῶν ἀρετῶν, ὧν πληρωταὶ γενώμεθα ἐν τῷ τῆς νηστείας καιρῷ. Φασὶ γὰρ τὸν ἀριθμὸν τοῦτον καὶ κύκλον εἶναι, καὶ τρίγωνον, καὶ τετράγωνον δηλοῦται δὲ διὰ μὲν τοῦ τριγώνου τῆς ἑνιαίας φύσεως τῶν προσώπων διαφορά διὰ δὲ τοῦ τετραγώνου, ἡ πρὸς αὑτὴν ὀρθὴ πίστις καὶ πάγιος. Δυσμετάθετον γὰρ τὸ σχῆμα τοῦ τετραγώνου δι’ ἴσου ταῖς γωνίαις ἐπὶ τῆς εὐθείας τῶν πλευρῶν ἐρειδόμενον. Ὁ δὲ κύκλος τῶν ἀρετῶν ἐμφαίνει ἀλλεπάλληλον καὶ κυκλοτερῆ περὶ ἑαυτῶν ἀνακύκλωσιν, ὧν δὴ τηρηταὶ γενόμενοι τοῦ μυστικοῦ δείπνου μετάσχοιμεν, καὶ τῆς λαμπρᾶς ἀναστάσεως ἑπόπται γενώμεθα τοῦ μεγάλου Θεοῦ καὶ Δεσπότου Χριστοῦ τοῦ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζομένου, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου