Κυριακή 13 Απριλίου 2025

Η ΕΙΣΟΔΟΣ...


 

Λίγο πρίν τον εορτασμό της Ανάστασης Σου Κύριε, όλοι εμείς οι βαπτισμένοι στο όνομα του Πατρός και του Υιού και το Αγίου Πνέυματος, σου ψέλνουμε, σου τραγουδάμε όλοι μαζί, το Απολυτίκιο που βάζει η Εκκλησία στο στόμα μας την σημερινή ημέρα.
Αφού ταφήκαμε μαζί Σου διά του Βαπτίσματος, Χριστέ Θεέ μας, αξιωθήκαμε την αθάνατη ζωή με την Ανάστασή Σου, και υμνώντας [Σε] φωνάζουμε δυνατά: «Ωσαννά στους ουρανούς (εν τοις υψίστοις), ευλογημένος είναι Αυτός που έρχεται στο όνομα του Κυρίου».
Είμαστε Σώμα Σου, είμαστε πάνω σε αυτό το λευκό γαιδουράκι και εισερχόμαστε μαζί Σου σε αυτή την πόλη, την ενορία, την χώρα που είναι ο τόπος που κατοικούμε... 
πορευόμενοι, 
αποστελλόμενοι, 
απο Εσένα, για Εσένα, με Εσένα. [;]

ΤΡΙΩΔΙΟΝ
Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ   

Ἀπόστιχα
Ἦχος β'
Ἰδιόμελον
κ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς, εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον· καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον· καὶ τὴν ψυχὴν αὐτοῦ λύτρον, παρεχόμενον παγκόσμιον· αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι. 
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. 
Ἦχος γ'
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν. 
Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. 
Ἦχος βαρὺς
Ἰδιόμελον
Συναγωγὴ πονηρὰ καὶ μοιχαλίς, ἡ τῷ ἰδίῳ ἀνδρί, μὴ φυλάξασα πίστιν, τί κατέχεις διαθήκην, ἧς οὐκ ᾖς κληρονόμος; τί καυχᾶσαι ἐν Πατρί, τὸν Υἱὸν ἀθετήσασα; τοὺς Προφήτας οὐκ ἐδέξω, τὸν Υιὸν καταγγείλαντας; Κἂν τὰ ἴδια τέκνα αἰσχύνθητι, οὕτω βοῶντα· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 
Δόξα... 
Ἦχος βαρὺς
κ βαΐων καὶ κλάδων ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, (καὶ τὴν ψηχὴν αὐτοῦ λύτρον παρεχόμενον παγκόσμιον,) αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι. 
Καὶ νῦν... 
Ἦχος βαρὺς
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτής ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις