Κυριακή 27 Απριλίου 2025

Τριώδια Πεντηκοσταρίου - Τῇ Κυριακῇ τοῦ Θωμᾶ ἑσπέρας εἰς τὸ Ἀπόδειπνον


Αναστάσιμα Τριώδια Πεντηκοσταρίου κυρίου Ιωσήφ, 
ψαλλόμενα ἐν τοῖς Ἀποδείπνοις, ἀρχόμενα ἀπὸ τῆς Κυριακῆς τοῦ Ἀντίπασχα ἑσπέρας , ἤτοι τῆς τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ ψηλαφήσεως , καὶ λήγοντα τῇ Παρασκευῇ ἑσπέρας τῆς ἑβδομάδος τῆς Πεντηκοστῆς 

Τῇ Κυριακῇ τοῦ Θωμᾶ ἑσπέρας εἰς τὸ Ἀπόδειπνον, 
Τριώδιον φέρει ἀκροστιχίδα τήνδε · Ἄδει τάδε Ἰωσήφ . 
Ωδή α΄
Ἦχος α΄ . Σοῦ ἡ τροπαιούχος δεξιά .

Άσωμεν Θεῷ ὡς νικητῇ , τῷ καθελόντι θανάτῳ τὸν θάνατον, καὶ ἐξαναστήσαντι, σὺν ἑαυτῷ τὸ γένος τὸ ἀνθρώπινον , καὶ τῇ ἀφθαρσία, ὑπερβαλλόντως τιμήσαντι. 
Δεσμευθείς θανάτου τὰ δεσμά, ὡς δυνατὸς ἐν ἰσχύϊ διέῤῥηξας, λύσας τοὺς ἀνθρώπους δέ, ἐκ τῆς φθορᾶς τοῦ ᾅδου ἐξανέστησας, ἀνυμνολογοῦντας, τὸ κράτος σου Παντοδύναμε. 
Εὔσπλαγχνε Χριστὲ ὁ δι᾽ ἐμέ, μέχρι τοῦ ᾅδου θελήσει γενόμενος, κείμενον ἐν τάφω με, ἁμαρτιῶν καὶ λάκκῳ παραβάσεων, τῇ σῇ ἐπινεύσει, ἐξαναστήσας ἐλέησον. 
Θεοτοκίον 
δοῦσα Χριστὸν ἐκ τῶν νεκρῶν, Θεογεννῆτορ σαρκὶ ἐγειρόμενον, ἔχαιρες ἀλλ᾽ αἴτησαι, χαροποιὸν πένθος μοι νῦν δωρήσασθαι, ὅπως εὕρω τότε, ἁγνὴ τὴν θείαν παράκλησιν. 
Ὠδὴ η΄ . 
Ἐν καμίνῳ παῖδες Ἰσραήλ . 
Τῷ Σταυρῷ σου λύσας τὴν ἀράν, ἐτέθης ἐν μνημείῳ, καὶ ᾅδου τὸ ζοφερώτατον, Χριστέ μου Ἰησοῦ καθεῖλες βασίλειον, καὶ ἀνέστης πᾶσαν τὴν κτίσιν , σαυτῷ συναναστήσας, ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 
Αναβάντος σου ἐν τῷ Σταυρῷ, ὁ ἥλιος ἐσβέσθη, εἰς ἄδου δὲ καταβάντος, φῶς ἐπέλαμψε ψυχαῖς, ἐν σκότει Φιλάνθρωπε ὑπαρχούσαις, κατεχομέναις ὑπὸ πικροῦ θανάτου, ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 
Λεδεμένον λυσόν με Χριστέ, σειραῖς ἁμαρτημάτων, καὶ λάμψον μοι μετανοίας, θείαν ἔλλαμψιν Σωτήρ, ὁ σκότους ῥυσάμενος, τοὺς ἀνθρώπους τοῦ αἰωνίου, τῇ σῇ φρικτῇ ἐγέρσει, ἣν ὑμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 
Θεοτοκίον . 
ν ἀγκάλαις φέρουσα Χριστόν, ἐκ σοῦ σωματωθέντα, Παρθένε αὐτὸν δυσώπει, ἀγκαλίσασθαι κἀμέ, νῦν περιπλανώμε νον ἀνοδίαις, πάσαις τοῦ βίου, καὶ πταίσμασι μυρίοις, συναντῶντα γνώμῃ βαθύμῳ καθ ' ἑκάστην. 
Ὠδὴ θ ' . 
Τύπον τῆς ἀγνῆς λοχείας σου .
δειξεν ἥλιος σταυρούμενον, μέσον λῃστῶν σὲ Λόγε ἥλιε ἄδυτε, καὶ ἐσκότασεν ὄροι βουνοὶ γῆ καὶ θάλασσα, ἐκλονήθησαν ἄδης ἐτρόμαξε, δεσμίους ἀπολύων, οὕς περ κατείχεν ἀνυμνοῦντάς σε. 
φθης ὥς περ μέγας ἥλιος, ὑπὸ τὴν γῆν μὲν δύνας ἐξανατείλας δέ, ἄδυτε φωστὴρ ἐκ τῶν νεκρῶν καὶ κατηύγασας, τὰ τῆς γῆς παραδόξως πληρώματα, διό σε Ζωοδότα, ἀκαταπαύστως μεγαλύνομεν. 
Σῶτερ Ἰησοῦ ὁ θάνατον, τῷ σῷ θανάτῳ λύσας ἐξαναστήσας δέ, πάντας τοὺς ἐκεῖ κατεχομένους ἀνάστησον, κατωτάτου με λάκκου κραυγάζω σοι, παθῶν θανατηφόρων, καὶ ἁμαρτίας ὡς φιλάνθρωπος. 
λθον Μυροφόροι κλαίουσαι, ἐπὶ τὸ μνῆμα ὄρθρου καὶ μὴ εὑροῦσαί σε, εἶδον ἐν λευκοῖς προκαθεζόμενον ἄγγελον, καὶ βοῶντα· Ἠγέρθη ὁ Κύριος, σπεύσατε ἀπαγγεῖλαι, τοῖς μαθηταῖς αὐτοῦ τὴν ἔγερσιν. 
Θεοτοκίον. 
Φρίττει πᾶσα κτίσις Δέσποινα, τὸ ὑπὲρ νοῦν μυστήριον τῆς λοχείας σου, τίκτεις γὰρ Θεὸν Ἐμμανουὴλ χρηματίσαντα, δι ' ἡμᾶς Παναμώμητε ἄνθρωπον, τὸν λύσαντα θανάτου, τὴν τυραννίδα τῷ Σταυρῷ αὐτοῦ.

ΤΡΙΩΔΙΑ 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

Αγίου Ιωσήφ του Υμνογράφου

Ιερά Σταυροπηγιακή Μονή 

Παναγίας Τατάρνης

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις